ΜΥΡΡΙΝΗ
μῶν ὕστεραι πάρεσμεν, ὦ Λυσιστράτη;
70τί φῄς; Τί σιγᾷς; ΛΥ. οὔ σ᾽ ἐπαινῶ, Μυρρίνη,
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
ΜΥ. μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
ἀλλ᾽ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
ΚΛ. μὰ Δί᾽ ἀλλ᾽ ἐπαναμείνωμεν ὀλίγου γ᾽ εἵνεκα
75τάς τ᾽ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
γυναῖκας ἐλθεῖν. ΛΥ. πολὺ σὺ κάλλιον λέγεις.
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
ὦ φιλτάτη Λάκαινα, χαῖρε, Λαμπιτοῖ.
οἷον τὸ κάλλος, γλυκυτάτη, σου φαίνεται.
80ὡς δ᾽ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
κἂν ταῦρον ἄγχοις. ΛΑΜΠΙΤΩ. μάλα γ᾽, οἰῶ, ναὶ τὼ σιώ·
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
ΚΛ. ὡς δὴ καλὸν τὸ χρῆμα τῶν τιτθῶν ἔχεις.
ΛΑ. ἇπερ ἱαρεῖόν τοί μ᾽ ὑποψαλάσσετε.
85ΛΥ. ἡδὶ δὲ ποδαπὴ ᾽σθ᾽ ἡ νεᾶνις ἁτέρα;
ΛΑ. πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθ᾽ ὑμέ. ΛΥ. νὴ Δί᾽ ὡς Βοιωτία
καλόν γ᾽ ἔχουσα τὸ πεδίον. ΚΛ. καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
90ΛΥ. τίς δ᾽ ἁτέρα παῖς; ΛΑ. χαἵα ναὶ τὼ σιώ,
Κορινθία δ᾽ αὖ. ΚΛ. χαΐα νὴ τὸν Δία
δήλη ᾽στὶν οὖσα ταυταγὶ τἀντευθενί.
ΛΑ. τίς δ᾽ αὖ συναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν; ΛΥ. ἥδ᾽ ἐγώ. ΛΑ. μύσιδδέ τοι
95ὅ τι λῇς ποθ᾽ ἁμέ. ΚΛ. νὴ Δί᾽, ὦ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ᾽ ἐστί σοι.
ΛΥ. λέγοιμ᾽ ἂν ἤδη. πρὶν λέγειν ‹δ᾽›, ὑμᾶς τοδὶ
ἐπερήσομαί, τι μικρόν. ΚΛ. ὅ τι βούλει γε σύ.
ΛΥ. τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
100ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ᾽ ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
ΚΛ. ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας, ὦ τάλαν,
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
ΜΥ. ὁ δ᾽ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
105ΛΑ. ὁ δ᾽ ἐμός γα, καἴ κ᾽ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
ΛΥ. ἀλλ᾽ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδ᾽ ὄλισβον ὀκτωδάκτυλον,
110ὃς ἦν ἂν ἡμῖν σκυτίνη ᾽πικουρία.
ἐθέλοιτ᾽ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ᾽ ἐγώ,
μετ᾽ ἐμοῦ καταλῦσαι τὸν πόλεμον; ΚΛ. νὴ τὼ θεὼ
ἔγωγέ τἄν, κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
|