Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (3.302-3.368)


Ὣς ἔφαν, οὐδ᾽ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·
«κέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·
305 ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
ἄψ, ἐπεὶ οὔ πω τλήσομ᾽ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·
Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.»
310Ἦ ῥα, καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,
ἂν δ᾽ ἄρ᾽ ἔβαιν᾽ αὐτός, κατὰ δ᾽ ἡνία τεῖνεν ὀπίσσω·
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
τὼ μὲν ἄρ᾽ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·
Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
315 χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα
κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
320 «Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,
ὁππότερος τάδε ἔργα μετ᾽ ἀμφοτέροισιν ἔθηκε,
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
ἡμῖν δ᾽ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.»
Ὣς ἄρ᾽ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
325 ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
οἱ μὲν ἔπειθ᾽ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεα κεῖτο·
αὐτὰρ ὅ γ᾽ ἀμφ᾽ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο.
330 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ᾽ αὐτῷ.
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
335 χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
ὣς δ᾽ αὔτως Μενέλαος ἀρήϊος ἔντε᾽ ἔδυνεν.
340Οἱ δ᾽ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
δεινὸν δερκόμενοι· θάμβος δ᾽ ἔχεν εἰσορόωντας
Τρῶάς θ᾽ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
καί ῥ᾽ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
345 σείοντ᾽ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
πρόσθε δ᾽ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Ἀτρεΐδαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην,
οὐδ᾽ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδ᾽ ἐνὶ κρατερῇ· ὁ δὲ δεύτερον ὄρνυτο χαλκῷ
350 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
«Ζεῦ ἄνα, δὸς τείσασθαι ὅ με πρότερος κάκ᾽ ἔοργε,
δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.»
355Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην·
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
360 ἔγχος· ὁ δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
Ἀτρεΐδης δ᾽ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
365 «Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
ἦ τ᾽ ἐφάμην τείσασθαι Ἀλέξανδρον κακότητος·
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ᾽ ἔβαλόν μιν.»


Είπαν, αλλ᾽ όμως την ευχήν δεν έστερξε ο Κρονίδης.
Και ο Δαρδανίδης Πρίαμος εμπρός εις όλους είπε:
« Ακούσετέ με, Αχαιοί, ακούσετέ με, Τρώες,
305θα γύρω εγώ στην Ίλιον την πολυανεμισμένην,
ότι η καρδιά δεν μου βαστά τον ποθητόν υιόν μου
να ιδώ με τον Μενέλαον στον φονικόν αγώνα·
μόν᾽ οι αθάνατοι θεοί κι εξόχως ο Κρονίδης
γνωρίζ᾽ εις ποίον διόρισε τον θάνατον η μοίρα».
310Είπε, στ᾽ αμάξι τους κριούς επήρε ο θείος άνδρας,
ανέβη και τους χαλινούς ετέντωσεν οπίσω,
και πλαγινός του εκάθισεν ο Αντήνωρ εις τ᾽ αμάξι.
Κι ενώ τούτοι στην Ίλιον οπίσω αναχωρούσαν,
με τον Πριαμίδην Έκτορα ο θείος Οδυσσέας
315τον τόπον πρώτα εμέτρησαν, λαχνούς κατόπι επήραν
και μέσα εις κράνος χάλκινο τους τίναζαν να δείξει
την λόγχην ποιος από τους δυο θε ν᾽ ακοντίσει πρώτος·
και των θεών ευχήθηκε με χέρια σηκωμένα
ο λαός όλος κι έλεγαν και Αχαιοί και Τρώες:
320«Δία πατέρα, δοξαστέ, μεγάλε, που δεσπόζεις
από την Ίδην, κάμε συ να κατεβεί στον Άδη
εκείνος που πρώτ᾽ άναψε την έχθραν μεταξύ μας·
και αυτούς σ᾽ εμάς στερέωνε τους όρκους της αγάπης».
Και τους λαχνούς ετίναζεν ο μέγας Πριαμίδης
325κι έβλεπε οπίσω· και ο λαχνός πετάχθη του Αλεξάνδρου·
και τότε χάμω εκάθισαν σειρές σειρές τα πλήθη
καθένας εις τους ίππους του σιμά και στ᾽ άρματά του.
Κι έβαλε την υπέρλαμπρην αρματωσιά του ο θείος
Αλέξανδρος, ο σύγκλινος της όμορφης Ελένης.
330Τα σκέλη πρώτα με λαμπρές κνημίδες περιζώνει,
με τες περόνες αργυρές καλά θηλυκωμένες,
με θώρακα του αδελφού Λυκάονος ωραίον,
που στο κορμί του εταίριαζε, το στήθος περικλείει·
ξίφος ασημοκόμπωτον εκρέμασε απ᾽ τους ώμους
335χάλκινον, κι έπειτα τρανήν βαρύτατην ασπίδα.
Εις την ανδρείαν κεφαλήν καλόν έβαλε κράνος
και με την χαίτην σείονταν φρικτός επάν᾽ ο λόφος
και αρμόδιο στην παλάμην του δεινό κοντάρι επήρε.
Παρόμοια φόρεσ᾽ άρματα και ο ψυχερός Ατρείδης.
340Και αφού μακράν του πληθυσμού και οι δυο θωρακισθήκαν,
στην μέσην επροχώρησαν των Αχαιών και Τρώων
με βλέφαρο τρομακτικό και τ᾽ ανδρειωμένα πλήθη
των Τρώων και των Αχαιών τους βλέπαν κι εθαυμάζαν·
στήθηκαν αντιμέτωποι στον μετρημένον τόπον
345και με το μίσος στην καρδιά τινάζαν τα κοντάρια.
Πρώτος ο Πάρις έριξε το μακρινό κοντάρι
και του Ατρείδη εκτύπησε την κυκλωτήν ασπίδα·
δεν έσπασε την δυνατήν ασπίδα η χάλκιν᾽ άκρη
κι ελύγισε· και δεύτερος ο Ατρείδης επετάχθη
350και πρώτα ευχήθη μέσα του: «Κάμε, ω πατέρα Δία,
να εκδικηθώ τον άνθρωπο που αδίκησέ με πρώτα,
τον θείον Πάριν να σβησθεί στην λόγχην μου αποκάτω,
για να τρομάζει στο εξής καθένας ν᾽ αδικήσει
τον άνθρωπον που σπίτι του φιλόξενα τον δέχθη».
355Είπε και το μακρόσκιον ετίναξε κοντάρι
και του Αλεξάνδρου εκτύπησε την κυκλωτήν ασπίδα.
Έσπασε η λόγχ᾽ η δυνατή την φωτεινήν ασπίδα,
και στον ωραίον θώρακα εμπήχθη πέρα πέρα·
και τον χιτώνα του ᾽σχισε στο μέρος της λαπάρας.
360Έσκυψε και τον θάνατον εξέφυγεν ο Πάρις·
το ξίφος τ᾽ ασημόκομπον εσήκωσεν ο Ατρείδης
κι εκτύπησε το μέτωπο της περικεφαλαίας·
το ξίφος τρίμματ᾽ έγινε και του ᾽πεσε απ᾽ το χέρι·
κι εστράφη προς τον ουρανόν κι εγόγγυσ᾽ ο Ατρείδης
365«Δία πατέρα, ποιος θεός ολέθριος είναι ως είσαι;
Θαρρούσα πως τον Πάριδα θ᾽ αντικακώσω τώρα,
και ιδού το ξίφος μου ᾽σπασε στα χέρια και την λόγχην
έριξ᾽ απ᾽ την παλάμην μου χωρίς να τον φονεύσω».