ΑΓ. πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῶι
1235 θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δ᾽ ἐμέ,
ἣ τὰς παρ᾽ ἱστοῖς ἐκλιποῦσα κερκίδας
ἐς μείζον᾽ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
φέρω δ᾽ ἐν ὠλέναισιν, ὡς ὁρᾶις, τάδε
λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
1240 ὡς ἀγκρεμασθῆι· σὺ δέ, πάτερ, δέξαι χεροῖν,
γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,
μακάριος, ἡμῶν τοιάδ᾽ ἐξειργασμένων.
ΚΑ. ὦ πένθος οὐ μετρητὸν οὐδ᾽ οἷόν τ᾽ ἰδεῖν,
1245 φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ᾽ ἐμῶν·
ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μὲν ἀλλ᾽ ἄγαν
1250 Βρόμιος ἄναξ ἀπώλεσ᾽ οἰκεῖος γεγώς.
ΑΓ. ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
ἔν τ᾽ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
†ὅτ᾽ ἐν† νεανίαισι Θηβαίοις ἅμα
1255 θηρῶν ὀριγνῶιτ᾽· ἀλλὰ θεομαχεῖν μόνον
οἷός τ᾽ ἐκεῖνος. νουθετητέος, πάτερ,
σοὐστίν. τίς αὐτὸν δεῦρ᾽ ἂν ὄψιν εἰς ἐμὴν
καλέσειεν, ὡς ἴδηι με τὴν εὐδαίμονα;
ΚΑ. φεῦ φεῦ· φρονήσασαι μὲν οἷ᾽ ἐδράσατε
1260 ἀλγήσετ᾽ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους
ἐν τῶιδ᾽ ἀεὶ μενεῖτ᾽ ἐν ὧι καθέστατε,
οὐκ εὐτυχοῦσαι δόξετ᾽ οὐχὶ δυστυχεῖν.
|