ΓΡ. καὶ μὴν πρὸ τοῦ γ᾽ ὁσημέραι, νὴ τὼ θεώ,
ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.
ΧΡ. ἐπ᾽ ἐκφοράν; ΓΡ. μὰ Δί᾽, ἀλλὰ τῆς φωνῆς μόνον
ἐρῶν ἀκοῦσαι. ΧΡ. τοῦ λαβεῖν μὲν οὖν χάριν.
1010ΓΡ. καί, νὴ Δί᾽, εἰ λυπουμένην γ᾽ αἴσθοιτό με,
νηττάριον ἂν καὶ φάβιον ὑπεκορίζετο.
ΧΡ. ἔπειτ᾽ ἴσως ᾔτει σ᾽ ἂν εἰς ὑποδήματα.
ΓΡ. μυστηρίοις δὲ τοῖς μεγάλοισι, νὴ Δία,
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
1015ἐτυπτόμην διὰ τοῦθ᾽ ὅλην τὴν ἡμέραν.
οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
ΧΡ. μόνος γὰρ ἥδεθ᾽, ὡς ἔοικεν, ἐσθίων.
ΓΡ. καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ᾽ ἔφη,—
ΧΡ. ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
1020ΓΡ. ὄζειν τε τῆς χροιᾶς ἔφασκεν ἡδύ μου,—
ΧΡ. εἰ Θάσιον ἐνέχεις, εἰκότως γε, νὴ Δία.
ΓΡ. τὸ βλέμμα θ᾽ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
ΧΡ. οὐ σκαιὸς ἦν ἅνθρωπος, ἀλλ᾽ ἠπίστατο
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
1025ΓΡ. ταῦτ᾽ οὖν ὁ θεός, ὦ φίλ᾽ ἄνερ, οὐκ ὀρθῶς ποεῖ,
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
ΧΡ. τί γὰρ ποήσῃ; φράζε, καὶ πεπράξεται.
ΓΡ. ἀναγκάσαι δίκαιόν ἐστι, νὴ Δία,
τὸν εὖ παθόνθ᾽ ὑπ᾽ ἐμοῦ πάλιν ‹μ᾽› ἀντ᾽ εὖ ποεῖν.
1030ἢ μηδ᾽ ὁτιοῦν ‹μ᾽› ἀγαθὸν δίκαιόν ἐστ᾽ ἔχειν;
ΧΡ. οὔκουν καθ᾽ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
ΓΡ. ἀλλ᾽ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
ΧΡ. ὀρθῶς γε· νῦν δέ σ᾽ οὐκέτι ζῆν οἴεται.
ΓΡ. ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ᾽, ὦ φίλτατε.
1035ΧΡ. οὔκ, ἀλλὰ κατασέσηπας, ὥς γ᾽ ἐμοὶ δοκεῖς.
ΓΡ. διὰ δακτυλίου μὲν οὖν ἐμέ γ᾽ ἂν διελκύσαις.
ΧΡ. εἰ τυγχάνοι γ᾽ ὁ δακτύλιος ὢν τηλία.
ΓΡ. καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,
οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·
1040ἔοικε δ᾽ ἐπὶ κῶμον βαδίζειν. ΧΡ. φαίνεται·
στεφάνους γέ τοι καὶ δᾷδ᾽ ἔχων πορεύεται.
|