Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (3.76-3.145)


Ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
καί ῥ᾽ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
μέσσου δουρὸς ἑλών· τοὶ δ᾽ ἱδρύνθησαν ἅπαντες.
τῷ δ᾽ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ᾽ ἔβαλλον· 80
αὐτὰρ ὁ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
«ἴσχεσθ᾽, Ἀργεῖοι, μὴ βάλλετε, κοῦροι Ἀχαιῶν·
στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἔσχοντο μάχης ἄνεῴ τ᾽ ἐγένοντο
ἐσσυμένως· Ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε· 85
«κέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί,
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
τεύχεα κάλ᾽ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
αὐτὸν δ᾽ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 90
οἴους ἀμφ᾽ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω·
οἱ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· 95
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
«κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
100 εἵνεκ᾽ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἀρχῆς·
ἡμέων δ᾽ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται,
τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
οἴσετε ἄρν᾽, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ᾽ ἡμεῖς οἴσομεν ἄλλον·
105 ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ᾽ ὅρκια τάμνῃ
αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
αἰεὶ δ᾽ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
οἷς δ᾽ ὁ γέρων μετέῃσιν, ἅμα πρόσσω καὶ ὀπίσσω
110 λεύσσει, ὅπως ὄχ᾽ ἄριστα μετ᾽ ἀμφοτέροισι γένηται.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
καί ῥ᾽ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ᾽ ἔβαν αὐτοί,
τεύχεά τ᾽ ἐξεδύοντο· τὰ μὲν κατέθεντ᾽ ἐπὶ γαίῃ
115 πλησίον ἀλλήλων, ὀλίγη δ᾽ ἦν ἀμφὶς ἄρουρα·
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι·
αὐτὰρ ὁ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ᾽ ἄρνα κέλευεν
120 οἰσέμεναι· ὁ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησ᾽ Ἀγαμέμνονι δίῳ.
Ἶρις δ᾽ αὖθ᾽ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν,
εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι,
τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων,
Λαοδίκην, Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
125 τὴν δ᾽ εὗρ᾽ ἐν μεγάρῳ· ἡ δὲ μέγαν ἱστὸν ὕφαινε,
δίπλακα πορφυρέην, πολέας δ᾽ ἐνέπασσεν ἀέθλους
Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οὓς ἕθεν εἵνεκ᾽ ἔπασχον ὑπ᾽ Ἄρηος παλαμάων·
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
130 «δεῦρ᾽ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων·
οἳ πρὶν ἐπ᾽ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
ἐν πεδίῳ, ὀλοοῖο λιλαιόμενοι πολέμοιο,
οἱ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
135 ἀσπίσι κεκλιμένοι, παρὰ δ᾽ ἔγχεα μακρὰ πέπηγεν.
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.»
Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
140 ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
αὐτίκα δ᾽ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
ὁρμᾶτ᾽ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα,
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο,
Αἴθρη, Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
145 αἶψα δ᾽ ἔπειθ᾽ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.


Είπε, κι ο Έκτωρ χάρηκε στον λόγον και στην μέσην
εβγήκε κι εσταμάτησε τες φάλαγγες των Τρώων
με το κοντάρι, και όλα ευθύς εκάθισαν τα πλήθη,
και οι καλλίκομοι Αχαιοί, καθώς επροχωρούσε,
80με τόξα τον σημάδευσαν, μ᾽ ακόντια, με λιθάρια·
και τρανήν έσυρε φωνήν ο μέγας Αγαμέμνων:
«Σταθείτε, Αργείοι, παύσετε, των Αχαιών αγόρια,
κάτι να ειπεί, θέλει σ΄ εμάς ο λοφοσείστης Έκτωρ».
Αυτά είπε κι ελούφαξαν τα πλήθη στην φωνήν του·
85τότε στην μέσην των στρατών ομίλησεν ο Έκτωρ:
«Σεις Τρώες και σεις Αχαιοί, ακούστε ό,τι προβάλλει
ο Αλέξανδρος, αυτός αρχή του φοβερού πολέμου·
οι Τρώες όλοι κι οι Αχαιοί σάς λέγει ν᾽ αποθέσουν
τα λαμπρά άρματα χαμαί στην γην την πολυθρέπτραν·
90κι αυτός και ο Μενέλαος ν᾽ αγωνισθούν στην μέσην
για την Ελένην κι όλους της τους θησαυρούς της μόνοι,
κι όποιος φανεί καλύτερος και τον δοξάσ᾽ η νίκη,
την νέαν και τους θησαυρούς στα γονικά του ας πάρει,
οι άλλοι με όρκους στερεούς να κλείσομεν αγάπην».
95Αυτά είπε, κι εσίγησαν, άφωνοι εμείναν όλοι.
Και ο ψυχερός Μενέλαος τον λόγον πήρε κι είπε:
«Τώρα ν᾽ ακούσετε κι εμέ, που εξόχως θλίβει ο πόνος
να χωρισθείτ᾽ ήλθ᾽ ο καιρός, κι εγώ το βλέπω, Αργείοι
και Τρώες, αφού επάθετε τόσα κακά για μένα
100από την έχθραν π᾽ άναψεν η πράξις του Αλεξάνδρου·
και σ᾽ όποιον όρισε από εμάς τον θάνατον η μοίρα,
ας αποθάνει και οι λοιποί με αγάπην χωρισθείτε·
και αρνάδα ολόμαυρην της Γης, κάτασπρο αρνί του Ηλίου
φέρετε σεις, και του Διός εμείς θα φέρομ᾽ άλλο
105και ας έλθει ο Πρίαμος, αυτός να κάμει την θυσίαν
των όρκων, ότ᾽ είναι άπιστα και αυθάδη τα παιδιά του,
μην ασεβήσουν άνομα στους όρκους του Κρονίδη.
Γνωρίζουμε που ανάερος ο νους των νέων είναι·
και όπου είναι γέροι και τα εμπρός και τα κατόπι βλέπουν,
110κι ό,τι συμφέρει προνοούν στο ᾽να και στ᾽ άλλο μέρος».
Αυτά είπε κι εχάρηκαν οι Αχαιοί και οι Τρώες,
ως έλπιζαν το ξύφασμα του οδυνηρού πολέμου.
Και αράδιασαν τ᾽ αμάξια τους, εκατεβήκαν όλοι,
τα άρματά τους έβγαλαν και τ᾽ αποθέσαν χάμου
115οι δυο στρατοί και διάστημα τους χώριζεν ολίγο·
και απόστειλε δυο κήρυκες ο Έκτωρ εις την πόλιν
κείθεν να φέρουν τα σφακτά και αμέσως να καλέσουν
τον Πρίαμον· και απόστειλεν ο μέγας Αγαμέμνων
στα πλοία τον Ταλθύβιον να φέρει το κριάρι·
120και υπάκουσε ο Ταλθύβιος στον κραταιόν Ατρείδην.
Μηνύτρα στην λευκόχερην Ελένην ήλθ᾽ η Ίρις
και ομοιώθη με την αδελφήν του ανδρός της Λαοδίκην,
που ᾽χε τον Ελικάωνα Αντηνορίδην άνδρα
απ᾽ όλες ωραιότερη τες κόρες του Πριάμου.
125Την ήβρεν οπού ύφαινε διπλό μεγάλο υφάδι
πορφύριο κι επάνω του κεντούσε τους πολέμους
των χαλκοφόρων Αχαιών, των ιπποδάμων Τρώων
που εξ αφορμής της απαρχής εκείνοι επολεμούσαν.
Εστάθηκ᾽ η γοργόποδη θεά εμπρός της κι είπε:
130«Έλα, γλυκιά μου, πράγματα να ιδείς και να θαυμάσεις
των χαλκοφόρων Αχαιών, των ιπποδάμων Τρώων,
αυτοί που τον πολύθρηνον αγώνα του πολέμου
ν᾽ αρχίσουν ήσαν πρόθυμοι, τώρα ησυχάζουν όλοι·
έπαυσ᾽ ο πόλεμος και αυτού γυρμένοι στες ασπίδες
135κάθονται κι έστησαν ορθά σιμά τους τα κοντάρια,
κι ο ψυχερός Μενέλαος κι ο Πάρις εκεί κάτω
με τα μακριά κοντάρια τους για σε θα πολεμήσουν·
και ο νικητής ομόκλινην θα σ᾽ έχει αγαπημένην».
Είπε η θεά και τρυφερήν της βάζει επιθυμίαν
140του πρώτου ανδρός, της χώρας της και των γλυκών γονέων.
Κι ευθύς από τον θάλαμον μ᾽ ένα λευκό μαγνάδι
η Ελένη εχύθη και θερμά τα δάκρυα της κυλούσαν.
Και δύο της θεράπαινες, η κόρη του Πιτθέως
Αίθρα και η μεγαλόφθαλμη Κλυμένη ακολουθούσαν.
145Και των Σκαιών Πυλών ευθύς τον πύργον ανεβήκαν.