καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
χωροῦσ᾽, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
ἄνδρες Λάκωνες, πρῶτα μέν μοι χαίρετε,
1075εἶτ᾽ εἴπαθ᾽ ἡμῖν πῶς ἔχοντες ἥκετε.
ΛΑΚΩΝ
τί δεῖ ποθ᾽ ὑμὲ πολλὰ μυσίδδην ἔπη;
ὁρῆν γὰρ ἔξεσθ᾽ ὡς ἔχοντες ἵκομες.
ΧΟ. βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ
δεινῶς τεθερμῶσθαί τε χεῖρον φαίνεται.
1080ΛΑ. ἄφατα. τί κα λέγοι τις; ἀλλ᾽ ὅπα σέλει
παντᾶ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
ΧΟ. καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
θαἰμάτι᾽ ἀποστέλλοντας· ὥστε φαίνεται
1085ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
ΠΡΥ. τίς ἂν φράσειε ποῦ ᾽στιν ἡ Λυσιστράτη;
ὡς ἅνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
ΧΟ. χαὔτη ξυνᾴδει θἀτέρᾳ ταύτῃ νόσος.
ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
1090ΠΡΥ. μὰ Δί᾽ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
ὥστ᾽ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
οὐκ ἔσθ᾽ ὅπως οὐ Κλεισθένη βινήσομεν.
ΧΟ. εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ᾽, ὅπως
τῶν ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
1095ΠΡΥ. νὴ τὸν Δί᾽ εὖ μέντοι λέγεις. ΛΑ. ναὶ τὼ σιὼ
παντᾶ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
ΠΡΥ. ὦ χαίρεθ᾽, οἱ Λάκωνες· αἰσχρά γ᾽ ἐπάθομεν.
ΛΑ. ὦ πολυχαρείδα, δεινά γ᾽ αὖ πεπόνθαμες,
αἰκ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
1100ΠΡΥ. ἄγε δή, Λάκωνες, αὔθ᾽ ἕκαστα χρὴ λέγειν.
ἐπὶ τί πάρεστε δεῦρο; ΛΑ. περὶ διαλλαγᾶν
πρέσβης. ΠΡΥ. καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.
τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράτην,
ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
1105ΛΑ. ναὶ τὼ σιώ, καἰ λῆτε, τὸν Λυἵστρατον.
ΠΡΥ. ἀλλ᾽ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·
αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ᾽ ἐξέρχεται.
|