Χ. ΓΕ. οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
1015οὐδὲ πῦρ, οὐδ᾽ ὧδ᾽ ἀναιδὴς οὐδεμία πόρδαλις.
Χ. ΓΥ. ταῦτα μέντοι ‹σὺ› ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
ἐξόν, ὦ πόνηρέ, σοι βέβαιον ἔμ᾽ ἔχειν φίλην;
Χ. ΓΕ. ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
Χ. ΓΥ. ἀλλ᾽ ὅταν βούλῃ σύ. νῦν δ᾽ οὖν οὔ σε περιόψομαι
1020γυμνὸν ὄνθ᾽ οὕτως. ὅρα γὰρ ὡς καταγέλαστος εἶ.
ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐνδύσω σε προσιοῦσ᾽ ἐγώ.
Χ. ΓΕ. τοῦτο μὲν μὰ τὸν Δί᾽ οὐ πονηρὸν ἐποήσατε·
ἀλλ᾽ ὑπ᾽ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ᾽ ἀπέδυν ἐγώ.
Χ. ΓΥ. πρῶτα μὲν φαίνει γ᾽ ἀνήρ, εἶτ᾽ οὐ καταγέλαστος εἶ.
1025κεἴ με μὴ ᾽λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
τοὐπὶ τὠφθαλμῷ λαβοῦσ᾽ ἐξεῖλον ἄν, ὃ νῦν ἔνι.
Χ. ΓΕ. τοῦτ᾽ ἄρ᾽ ἦν με τοὐπιτρῖβον. δακτύλιος οὑτοσί·
ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·
ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
1030Χ. ΓΥ. ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.
ἦ μέγ᾽, ὦ Ζεῦ, χρῆμ᾽ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
Χ. ΓΕ. νὴ Δί᾽ ὤνησάς γέ μ᾽, ὡς πάλαι γέ μ᾽ ἐφρεωρύχει,
ὥστ᾽ ἐπειδὴ ᾽ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
1035Χ. ΓΥ. ἀλλ᾽ ἀποψήσω σ᾽ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
καὶ φιλήσω. Χ. ΓΕ. μὴ φιλήσῃς. Χ. ΓΥ. ἤν τε βούλῃ γ᾽ ἤν τε μή.
Χ. ΓΕ. ἀλλὰ μὴ ὥρας ἴκοισθ᾽· ὡς ἐστὲ θωπικαὶ φύσει,
κἄστ᾽ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
οὔτε σὺν πανωλέθροισιν οὔτ᾽ ἄνευ πανωλέθρων.
1040ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι
οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ᾽ ὑφ᾽ ὑμῶν πείσομαι.
ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
|