Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (2.780-2.834)


780Οἱ δ᾽ ἄρ᾽ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
γαῖα δ᾽ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
χωομένῳ, ὅτε τ᾽ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
785 ἐρχομένων· μάλα δ᾽ ὦκα διέπρησσον πεδίοιο.
Τρωσὶν δ᾽ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
οἱ δ᾽ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
πάντες ὁμηγερέες, ἠμὲν νέοι ἠδὲ γέροντες·
790 ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
ὃς Τρώων σκοπὸς ἷζε, ποδωκείῃσι πεποιθώς,
τύμβῳ ἐπ᾽ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
795 τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
«ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
ὥς ποτ᾽ ἐπ᾽ εἰρήνης· πόλεμος δ᾽ ἀλίαστος ὄρωρεν.
ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
ἀλλ᾽ οὔ πω τοιόνδε τοσόνδε τε λαὸν ὄπωπα·
800 λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
Ἕκτορ, σοὶ δὲ μάλιστ᾽ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
ἄλλη δ᾽ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
τῶν δ᾽ ἐξηγείσθω κοσμησάμενος πολιήτας.»
Ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
αἶψα δὲ λῦσ᾽ ἀγορήν· ἐπὶ τεύχεα δ᾽ ἐσσεύοντο·
πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι, ἐκ δ᾽ ἔσσυτο λαός,
810 πεζοί θ᾽ ἱππῆές τε· πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
Ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη,
ἐν πεδίῳ ἀπάνευθε, περίδρομος ἔνθα καὶ ἔνθα,
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
815 ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ᾽ ἐπίκουροι.
Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
Δαρδανίων αὖτ᾽ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο,
820 Αἰνείας, τὸν ὑπ᾽ Ἀγχίσῃ τέκε δῖ᾽ Ἀφροδίτη,
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε,
Ἀρχέλοχός τ᾽ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
Οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης,
825 ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο,
Τρῶες, τῶν αὖτ᾽ ἦρχε Λυκάονος ἀγλαὸς υἱός,
Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
Οἳ δ᾽ Ἀδρήστειάν τ᾽ εἶχον καὶ δῆμον Ἀπαισοῦ,
καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
830 τῶν ἦρχ᾽ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ,
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.


780Κι ερχόνταν ως να έβοσκε φωτιά στον τόπον όλον
κι όλη αποκάτω εβόγγα η γη, σαν όταν θυμωμένος
ο βροντητής δέρνει την γην που θλίβει τον Τυφώνα,
που λέγουν ότι κείτεται στην χώραν των Αρίμων,
τόσον απ᾽ τον ποδόκτυπον αυτών, ως προχωρούσαν,
785βογγούσε η γη, και με σπουδήν την πεδιάδα εσχίζαν.
Και αποσταλμένη του Διός η ανεμόποδ᾽ Ίρις
ήλθε το μήνυμα πικρό να φέρει εκεί στους Τρώας
κι είχαν εκείνοι σύνοδον στην θύραν του Πριάμου
συναθροισμένοι όλοι μαζί και γέροντες και νέοι·
790σ᾽ αυτούς πλησίασε η θεά, και στην φωνήν ομοιώθη
με του Πριάμου τον υιόν Πολίτην· και των Τρώων
αυτός εκάθιζε σκοπός, ως ήταν φτεροπόδης,
ψηλά στον τάφον πόσκεπε τον γέροντ᾽ Αισυήτην,
κι ετήρα πότ᾽ οι Αχαιοί θα ορμούσαν απ᾽ τα πλοία.
795Μ᾽ αυτόν ομοιώθη στην φωνήν η Ίρις και τους είπε:
«Ω γέρε, οι λόγοι περισσοί σ᾽ αρέσουν, σαν ακόμη
να ᾽χαμε ειρήνην· κι έφθασεν ώρα φρικτού πολέμου·
μάχες ανδρών είδαν πολλές τα μάτια μου, αλλ᾽ ακόμα
τόσον δεν είδα εγώ λαόν και τόσο ανδρειωμένον,
800ότι ωσάν φύλλ᾽ αμέτρητον τωόντι ή σαν τον άμμον
τους βλέπω εδώ να χύνονται την πόλιν να κτυπήσουν·
ω Έκτωρ, εσύ μάλιστα τον λόγον μου ν᾽ ακούσεις·
ως είναι οι βοηθοί πολλοί στην πόλιν του Πριάμου
και γλώσσαν άλλην χωριστήν το κάθε γένος έχει,
805να διοικεί κάθε αρχηγός τους ιδικούς του κάμε
και να οδηγεί στον πόλεμον με τάξιν τους πολίτες».
Είπε και από τον Έκτορα γνωρίσθ᾽ η φωνή θεία,
κι έλυσ᾽ ευθύς την σύνοδον, και αρματωθήκαν όλοι·
οι πύλες όλες άνοιξαν, κι εχύνονταν τα πλήθη
810πεζοί και ιππείς και αλαλαγμός μεγάλος ακουόνταν.
Εμπρός στην πόλιν υψηλή σηκώνεται μια ράχη
στην πεδιάδ᾽ ανάμερα κι ελεύθερη τριγύρω
και τάφον της πολύσκιρτης Μυρίνας την ελέγαν
οι αθάνατοι και Βάτειαν οι άνθρωποι ονομάζαν·
815εκεί εξεχωρίσθηκαν οι βοηθοί και οι Τρώες.
Των Τρώων ήταν αρχηγός ο λοφοσείστης Έκτωρ
ο Πριαμίδης, και λαός πλιότερος και ανδρείος
στο πλάγι του εσυντάζονταν για μάχη διψασμένος.
Των Δαρδανίων αρχηγός ήτ᾽ ο λαμπρός Αινείας·
820του Αγχίση τον εγέννησεν η ασύγκριτη Αφροδίτη,
οπού θεά μ᾽ άνδρα θνητόν στην Ίδην εκοιμήθη·
κι είχε κοντά συναρχηγούς του Αντήνορος δύο τέκνα,
Αρχέλοχον και Ακάμαντα στον πόλεμον τεχνίτες.
Από της Ίδης τες ποδιές οι Τρώες της Ζελείας,
825πλούσιος λαός που το βαθύ πίνει νερό του Αισήπου,
τ᾽ αγόρι του Λυκάονος τους διοικούσ᾽ ο θείος
ο Πάνδαρος, που έλαβε το τόξο από τον Φοίβον.
Της Αδραστείας και Απαισού και της ψηλής Τηρείας
και της Πιτύας τους λαούς εδιοικούσαν δύο,
830ο Άδραστος και ο Άμφιος λινοθωρακισμένος,
του Περκωσίου Μέροπος υιοί, του εξόχου μάντη·
και να μη παν εξόρκιζε ο γέρος τα παιδιά του
στον ανδροφθόρον πόλεμον· και αυτοί δεν τον ακούσαν,
ότ᾽ οι κακές τους έσερναν μαύρου θανάτου μοίρες.