Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (24.389-24.467)


Τὸν δ᾽ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
390 «πειρᾷ ἐμεῖο, γεραιέ, καὶ εἴρεαι Ἕκτορα δῖον.
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ᾽ ἐπὶ νηυσὶν ἐλάσσας
Ἀργείους κτείνεσκε, δαΐζων ὀξέϊ χαλκῷ·
ἡμεῖς δ᾽ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς
395 εἴα μάρνασθαι, κεχολωμένος Ἀτρεΐωνι.
τοῦ γὰρ ἐγὼ θεράπων, μία δ᾽ ἤγαγε νηῦς εὐεργής·
Μυρμιδόνων δ᾽ ἔξ εἰμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
ἀφνειὸς μὲν ὅ γ᾽ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·
400 τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ᾽ ἕπεσθαι.
νῦν δ᾽ ἦλθον πεδίονδ᾽ ἀπὸ νηῶν· ἠῶθεν γὰρ
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.»
405Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής·
«εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη
ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προὔθηκεν Ἀχιλλεύς.»
410Τὸν δ᾽ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
«ὦ γέρον, οὔ πω τόν γε κύνες φάγον οὐδ᾽ οἰωνοί,
ἀλλ᾽ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς
κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
415 ἔσθουσ᾽, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
ἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανήῃ,
οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν
οἷον ἐερσήεις κεῖται, περὶ δ᾽ αἷμα νένιπται,
420 οὐδέ ποθι μιαρός· σὺν δ᾽ ἕλκεα πάντα μέμυκεν,
ὅσσ᾽ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.»
Ὣς φάτο, γήθησεν δ᾽ ὁ γέρων, καὶ ἀμείβετο μύθῳ·
425 «ὦ τέκος, ἦ ῥ᾽ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
ἀθανάτοις, ἐπεὶ οὔ ποτ᾽ ἐμὸς πάϊς, εἴ ποτ᾽ ἔην γε,
λήθετ᾽ ἐνὶ μεγάροισι θεῶν, οἳ Ὄλυμπον ἔχουσι·
τῶ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
ἀλλ᾽ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,
430 αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,
ὄφρα κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.»
Τὸν δ᾽ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
«πειρᾷ ἐμεῖο, γεραιέ, νεωτέρου, οὐδέ με πείσεις,
ὅς με κέλεαι σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.
435 τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.
σοὶ δ᾽ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,
ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.»
440Ἦ, καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
ἐν δ᾽ ἔπνευσ᾽ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
ἀλλ᾽ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
οἱ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
445 τοῖσι δ᾽ ἐφ᾽ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης
πᾶσιν, ἄφαρ δ᾽ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
ἐς δ᾽ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ᾽ ἐπ᾽ ἀπήνης.
ἀλλ᾽ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
450 δοῦρ᾽ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν
λαχνήεντ᾽ ὄροφον λειμωνόθεν ἀμήσαντες·
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
σταυροῖσιν πυκινοῖσι· θύρην δ᾽ ἔχε μοῦνος ἐπιβλὴς
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
455 τρεῖς δ᾽ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων,
τῶν ἄλλων· Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐπιρρήσσεσκε καὶ οἶος·
δή ῥα τόθ᾽ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
ἐς δ᾽ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,
ἐξ ἵππων δ᾽ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·
460 «ὦ γέρον, ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα,
Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
ἀλλ᾽ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ᾽ Ἀχιλῆος
ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
465 τύνη δ᾽ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.»


Σ᾽ αυτόν απάντησε ο θεός: «Με δοκιμάζεις, γέρε,
390και για τον θείον Έκτορα που μ᾽ ερωτάς, λογιάζω·
πολλές φορές στον πόλεμον, όπου δοξάζοντ᾽ άνδρες
τον είδα με τα μάτια μου, και οπόταν προς τα πλοία
εκυνηγούσε κι έσφαζε τα πλήθη των Αργείων.
Μακρόθεν τον θαυμάζαμεν ημείς ότι ο Πηλείδης
395μας εκρατούσε απ᾽ τον καιρόν που εθύμωσε του Ατρείδη·
ότ᾽ είμαι εκείνου ακόλουθος φερμένος σ᾽ ένα πλοίον·
το γένος είμαι Μυρμιδών, μ᾽ εγέννησε ο Πολύκτωρ,
άνθρωπος είναι πάμπλουτος και αυτός, ως είσαι, γέρος·
κι εγώ είμαι ο νεότερος από τα εφτά παιδιά του.
400Και νά ᾽λθω εδώ στον πόλεμον μου έλαχεν ο κλήρος·
στην πεδιάδα εκίνησα προτώρ᾽ από τες πρύμνες
ότ᾽ οι Αχαιοί το χάραμα την πόλιν θα κτυπήσουν.
Αγανακτούν που κάθονται και λαχταρούν την μάχην
και οι βασιλείς δεν δύνανται να τους κρατήσουν πλέον».
405Σ᾽ αυτόν ο γέρος Πρίαμος απάντησεν ο θείος:
«Κι εάν εσύ ακόλουθος του Αχιλλέως είσαι,
ειπέ μου τώρα καθαρά να μάθω αν εις τες πρύμνες
ο υιός μου ακόμα σώζεται, ή αν κομματιασμένον
εις τα σκυλιά του σπάραγμα τον έριξε ο Πηλείδης; »
410Και προς αυτόν ο μηνυτής απάντησε Αργοφόνος:
«Ω γέρε, μήτε όρνεα τον φάγαν μήτε σκύλοι,
ακόμη κείτεται σιμά στην πρύμνην του Αχιλλέως·
κι έφεξ᾽ η δωδεκάτη αυγή στο λείψανό του επάνω
και όμως αυτό δεν σέπεται, σκουλήκια δεν τον τρώγουν
415που δαπανούν τα σώματα που έκαψεν ο Άρης.
Τον σέρνει, αλήθεια, ολόγυρα στου φίλου του τον τάφον
την κάθε αυγήν απόνετα και δεν τον ασχημίζει·
ο ίδιος αν τον έβλεπες, θα εθαύμαζες πώς είναι
δροσερός όλος καθαρός από το μαύρον αίμα·
420παντού καλός, και θα ᾽βλεπες κλεισμένες τες πληγές του,
που ήσαν πολλές ότι πολλοί του εκέντησαν το σώμα·
τόσο πονούν οι μάκαρες θεοί για τον υιόν σου,
νεκρόν ακόμη, ότι πολύ τον αγαπούσαν όλοι».
Στα λόγια τούτα εχάρηκεν ο γέρος και αποκρίθη:
425«Παιδί μου, ιδού πως ωφελεί τα δώρα οπού τους πρέπουν
εις τους θεούς να δίδομεν, ως έκανεν ο υιός μου,
που στην εστίαν του ποτέ δεν τους ελησμονούσε
και ιδού τον εθυμήθηκαν αυτοί και πεθαμένον
και τώρα δέξου, αν μ᾽ αγαπάς τ᾽ όμορφο αυτό ποτήρι·
430σώσε με, και με των θεών το χέρι οδήγησέ με
απείρακτος εις την σκηνήν να φθάσω του Αχιλλέως».
Σ᾽ αυτόν απάντησε ο θεός: «Ω γέρε, εμέ τον νέον
να ξελογιάσεις προσπαθείς· αλλά δεν θα με πείσεις
δώρ᾽ από σένα να δεχθώ κρυφά ᾽πό τον Πηλείδην.
435Φόβον τού έχει τρομερόν και σέβας η καρδιά μου
και αν λάβω δώρ᾽ απόκρυφα φοβούμαι μήπως πάθω.
Αλλά πιστός σου οδηγός στερεάς ή και θαλάσσης
και ως τ᾽ Αργος το εξακουστό θα γίνω αν είναι χρεία·
και αν μ᾽ έχεις εις το πλάγι σου μη φοβηθείς κανέναν».
440Είπε και ανέβηκε ο θεός στ᾽ αμάξι του Πριάμου
στα χέρια του και μάστιγα και χαλινούς επήρε,
και εις τους ίππους έβαλεν ανδρειά και στα μουλάρια.
Και οπόταν εις τον χάντακα εφθάσαν και στους πύργους,
ήβραν τους νυκτοφύλακας, που ετοίμαζαν τον δείπνον
445και όλους τους εβύθισεν στον ύπνον ο Αργοφόνος,
τους σύρτες έσπρωξ᾽ άνοιξε τες πύλες και τ᾽ αμάξι
έμπασε με τον Πρίαμον και τα λαμπρά του δώρα.
Κι ευθύς κατόπιν στην σκηνήν εφθάσαν του Αχιλλέως
την υψηλήν που μ᾽ έλατα σχισμένα οι Μυρμιδόνες
450έφτιασαν του κυρίου των, κι επάνω την σκεπάσαν
με χνουδωτά καλάμια κομμέν᾽ από λιβάδι·
αυλήν τριγύρω απλόχωρην με πάλους περιφράξαν
κι ένας λοστός ελάτινος ασφάλιζε την θύραν,
και τρεις χρειάζοντο Αχαιοί να βάλουν εις την θύραν
455το μέγα εκείνο μάνταλο και τρεις να το σηκώσουν
και ο Αχιλλεύς εδύνονταν να το σηκώσει μόνος.
Και τότε τ᾽ άνοιξε ο θεός του γέρου να περάσει
με τα λαμπρά που έφερνε του Αχιλλέως δώρα.
Κι έπειτα χάμου επήδησεν από τ᾽ αμάξι κι είπε:
460«Άφθαρτος ήλθα εγώ θεός, ω γέρε, στο πλευρό σου,
ο Ερμής, τι μ᾽ έστειλε οδηγόν να μ᾽ έχεις ο πατέρας.
Αλλ᾽ εγώ τώρ᾽ αναχωρώ, κι εμπρός στον Αχιλλέα
να με ιδεί δεν έρχομαι, και άπρεπο θα ήταν
τόσον αντίκρυ αθάνατοι να σμίγουν τους ανθρώπους·
465αλλ᾽ έμπα συ και πρόσπεσε να τον καθικετεύσεις
στον γέροντα πατέρα του, εις την θεάν μητέρα
και στο παιδί του, την καρδιά στα βάθη να του εγγίξεις».