920ΜΥ. ἰδού, κατάκεισ᾽ ἁνύσας τι, κἀγὼ ᾽κδύομαι.
καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ᾽ ἐξοιστέα.
ΚΙ. ποία ψίαθος; μή μοί γε. ΜΥ. νὴ τὴν Ἄρτεμιν,
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε. ΚΙ. δός μοί νυν κύσαι.
ΜΥ. ἰδού. ΚΙ. παπαιάξ. ἧκέ νυν ταχέως πάνυ.
925ΜΥ. ἰδοὺ ψίαθος. κατάκεισο, καὶ δὴ ᾽κδύομαι.
καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
ΚΙ. ἀλλ᾽ οὐ δέομ᾽ οὐδὲν ἔγωγε. ΜΥ. νὴ Δί᾽ ἀλλ᾽ ἐγώ.
ΚΙ. ἀλλ᾽ ἦ τὸ πέος τόδ᾽ Ἡρακλῆς ξενίζεται;
ΜΥ. ἀνίστασ᾽, ἀναπήδησον. ἤδη πάντ᾽ ἔχω.
930ΚΙ. ἅπαντα δῆτα. δεῦρό νυν, ὦ χρυσίον.
ΜΥ. τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν·
μή μ᾽ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
ΚΙ. νὴ Δί᾽ ἀπολοίμην. ΜΥ. ἀλλὰ σισύραν οὐκ ἔχεις.
ΚΙ. μὰ Δί᾽ οὐδὲ δέομαί γ᾽, ἀλλὰ βινεῖν βούλομαι.
935ΜΥ. ἀμέλει, ποήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.
ΚΙ. ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
ΜΥ. ἔπαιρε σαυτόν. ΚΙ. ἀλλ᾽ ἐπῆρται τουτογί.
ΜΥ. βούλει μυρίσω σε; ΚΙ. μὰ τὸν Ἀπόλλω μή μέ γε.
ΜΥ. νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ᾽ ἤν τε μή.
940ΚΙ. εἴθ᾽ ἐκχυθείη τὸ μύρον, ὦ Ζεῦ δέσποτα.
ΜΥ. πρότεινε δὴ τὴν χεῖρα κἀλείφου λαβών.
ΚΙ. οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
ΜΥ. τάλαιν᾽ ἐγώ, τὸ Ῥόδιον ἤνεγκον μύρον.
945ΚΙ. ἀγαθόν· ἔα αὔτ᾽, ὦ δαιμονία. ΜΥ. ληρεῖς ἔχων.
ΚΙ. κάκιστ᾽ ἀπόλοιθ᾽ ὁ πρῶτος ἑψήσας μύρον.
ΜΥ. λαβὲ τόνδε τὸν ἀλάβαστον. ΚΙ. ἀλλ᾽ ἕτερον ἔχω.
ἀλλ᾽ ᾦζυρά, κατάκεισο καὶ μή μοι φέρε
μηδέν. ΜΥ. ποήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
950ὑπολύομαι γοῦν. ἀλλ᾽ ὅπως, ὦ φίλτατε,
σπονδὰς ποεῖσθαι ψηφιεῖ. ΚΙ. βουλεύσομαι. —
ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ
τά τ᾽ ἄλλα πάντα κἀποδείρασ᾽ οἴχεται.
οἴμοι τί πάθω; τίνα βινήσω,
955τῆς καλλίστης πασῶν ψευσθεία;
πῶς ταυτηνὶ παιδοτροφήσω;
ποῦ Κυναλώπηξ;
μίσθωσόν μοι τὴν τίτθην.
Χ. ΓΕ. ἐν δεινῷ γ᾽, ὦ δύστηνε, κακῷ
960τείρει ψυχὴν ἐξαπατηθείς.
κἄγωγ᾽ οἰκτίρω σ᾽. αἰαῖ.
ποῖος γὰρ ‹ἔτ᾽› ἂν νέφρος ἀντίσχοι,
ποία ψυχή, ποῖοι δ᾽ ὄρχεις,
ποία δ᾽ ὀσφύς, ποῖος δ᾽ ὄρρος
965κατατεινόμενος
καὶ μὴ βινῶν τοὺς ὄρθρους;
ΚΙ. ὦ Ζεῦ, δεινῶν ἀντισπασμῶν.
Χ. ΓΕ. ταυτὶ μέντοι νυνί σ᾽ ἐπόησ᾽
ἡ παμβδελύρα καὶ παμμυσάρα.
970ΚΙ. μὰ Δί᾽ ἀλλὰ φίλη καὶ παγγλυκέρα.
Χ. ΓΕ. ποία γλυκερά; μιαρὰ μιαρὰ δῆτ᾽, ὦ Ζεῦ.
εἴθ᾽ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
μεγάλῳ τυφῷ καὶ πρηστῆρι
975ξυστρέψας καὶ ξυγγογγύλας
οἴχοιο φέρων, εἶτα μεθείης,
ἡ δὲ φέροιτ᾽ αὖ πάλιν εἰς τὴν γῆν,
κᾆτ᾽ ἐξαίφνης
περὶ τὴν ψωλὴν περιβαίη.
|