ΒΔ. αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ εἰσκαλῶ.
Λάβητι μάρτυρας παρεῖναι τρύβλιον,
δοίδυκα, τυρόκνηστιν, ἐσχάραν, χύτραν,
καὶ τἄλλα τὰ σκεύη τὰ προσκεκλημένα.
940 ἀλλ᾽ ἔτι σύ γ᾽ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
ΦΙ. τοῦτον δέ γ᾽ οἶμ᾽ ἐγὼ χεσεῖσθαι τήμερον.
ΒΔ. οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ᾽ ὀδὰξ ἔχει;
ἀνάβαιν᾽, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
945 ΦΙ. ἀλλ᾽ οὐκ ἔχειν οὗτός γ᾽ ἔοικεν ὅ τι λέγῃ.
ΒΔ. οὔκ, ἀλλ᾽ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
πάρεχ᾽ ἐκποδών· ἐγὼ γὰρ ἀπολογήσομαι.
950 χαλεπὸν μέν, ὦνδρες, ἐστὶ διαβεβλημένου
ὑπεραποκρίνεσθαι κυνός, λέξω δ᾽ ὅμως.
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
ΦΙ. κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
ΒΔ. μὰ Δί᾽ ἀλλ᾽ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν,
955 οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
ΦΙ. τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
ΒΔ. ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
καὶ τἄλλ᾽ ἄριστός ἐστιν· εἰ δ᾽ ὑφείλετο,
σύγγνωθι· κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
960 ΦΙ. ἐγὼ δ᾽ ἐβουλόμην ἂν οὐδὲ γράμματα,
ἵνα μὴ κακουργῶν ἐνέγραφ᾽ ἡμῖν τὸν λόγον.
ΒΔ. ἄκουσον, ὦ δαιμόνιε, μου τῶν μαρτύρων.
ἀνάβηθι, τυρόκνηστι, καὶ λέξον μέγα·
σὺ γὰρ ταμιεύουσ᾽ ἔτυχες. ἀπόκριναι σαφῶς,
965 εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
φησὶ κατακνῆσαι. ΦΙ. νὴ Δί᾽, ἀλλὰ ψεύδεται.
ΒΔ. ὦ δαιμόνι᾽, ἐλέει τοὺς ταλαιπωρουμένους.
οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι᾽ ἐσθίει
καὶ τὰς ἀκάνθας, κοὐδέποτ᾽ ἐν ταὐτῷ μένει.
970 ὁ δ᾽ ἕτερος, οἷός ἐστιν, οἰκουρὸς μόνον·
αὐτοῦ μένων γὰρ ἅττ᾽ ἂν εἴσω τις φέρῃ,
τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
|