Ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
80 ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
ἔρχεται ὠμηστῇσιν ἐπ᾽ ἰχθύσι κῆρα φέρουσα.
εὗρε δ᾽ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι
ἥαθ᾽ ὁμηγερέες ἅλιαι θεαί· ἡ δ᾽ ἐνὶ μέσσῃς
85 κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
φθίσεσθ᾽ ἐν Τροίῃ ἐριβώλακι, τηλόθι πάτρης.
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
«ὄρσο, Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.»
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
90 «τίπτε με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ
μίσγεσθ᾽ ἀθανάτοισιν, ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ.
εἶμι μέν, οὐδ᾽ ἅλιον ἔπος ἔσσεται, ὅττι κεν εἴπῃ.»
Ὣς ἄρα φωνήσασα κάλυμμ᾽ ἕλε δῖα θεάων
κυάνεον, τοῦ δ᾽ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
95 βῆ δ᾽ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
ἡγεῖτ᾽· ἀμφὶ δ᾽ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
ἀκτὴν δ᾽ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
εὗρον δ᾽ εὐρύοπα Κρονίδην, περὶ δ᾽ ἄλλοι ἅπαντες
ἥαθ᾽ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
100 ἡ δ᾽ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ᾽ Ἀθήνη.
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
καί ῥ᾽ εὔφρην᾽ ἐπέεσσι· Θέτις δ᾽ ὤρεξε πιοῦσα.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
«ἤλυθες Οὔλυμπόνδε, θεὰ Θέτι, κηδομένη περ,
105 πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·
ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ᾽ εἵνεκα δεῦρο κάλεσσα.
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·
κλέψαι δ᾽ ὀτρύνουσιν ἐΰσκοπον Ἀργειφόντην·
110 αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω,
αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·
σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ᾽ ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
115 Ἕκτορ᾽ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσεν,
αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ᾽ Ἕκτορα λύσῃ.
αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω
λύσασθαι φίλον υἱόν, ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.»
120Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα,
ἷξεν δ᾽ ἐς κλισίην οὗ υἱέος· ἔνθ᾽ ἄρα τόν γε
εὗρ᾽ ἁδινὰ στενάχοντα· φίλοι δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ᾽ ἄριστον·
125 τοῖσι δ᾽ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
ἡ δὲ μάλ᾽ ἄγχ᾽ αὐτοῖο καθέζετο πότνια μήτηρ,
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«τέκνον ἐμόν, τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
σὴν ἔδεαι κραδίην, μεμνημένος οὔτε τι σίτου
130 οὔτ᾽ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
μίσγεσθ᾽· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
ἀλλ᾽ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·
σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ᾽ ἔξοχα πάντων
135 ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
Ἕκτορ᾽ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσας.
ἀλλ᾽ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«τῇδ᾽ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
140 εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.»
|