Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο, ἰσόθεος φώς,
Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
ὅς ποτε Θήβασδ᾽ ἦλθε δεδουπότος Οἰδιπόδαο
680 ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
τὸν μὲν Τυδεΐδης δουρικλυτὸς ἀμφεπονεῖτο
θαρσύνων ἔπεσιν, μέγα δ᾽ αὐτῷ βούλετο νίκην.
ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
685 τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
ἄντα δ᾽ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ᾽ ἄμφω
σύν ῥ᾽ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
δεινὸς δὲ χρόμαδος γενύων γένετ᾽, ἔρρεε δ᾽ ἱδρὼς
πάντοθεν ἐκ μελέων· ἐπὶ δ᾽ ὄρνυτο δῖος Ἐπειός,
690 κόψε δὲ παπτήναντα παρήϊον· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
ὡς δ᾽ ὅθ᾽ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
θίν᾽ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
ὣς πληγεὶς ἀνέπαλτ᾽. αὐτὰρ μεγάθυμος Ἐπειὸς
695 χερσὶ λαβὼν ὤρθωσε· φίλοι δ᾽ ἀμφέσταν ἑταῖροι,
οἵ μιν ἄγον δι᾽ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
αἷμα παχὺ πτύοντα, κάρη βάλλονθ᾽ ἑτέρωσε·
κὰδ δ᾽ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
αὐτοὶ δ᾽ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
700Πηλεΐδης δ᾽ αἶψ᾽ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα,
δεικνύμενος Δαναοῖσι, παλαισμοσύνης ἀλεγεινῆς,
τῷ μὲν νικήσαντι μέγαν τρίποδ᾽ ἐμπυριβήτην,
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·
ἀνδρὶ δὲ νικηθέντι γυναῖκ᾽ ἐς μέσσον ἔθηκε,
705 πολλὰ δ᾽ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
«ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.»
ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
ἂν δ᾽ Ὀδυσεὺς πολύμητις ἀνίστατο, κέρδεα εἰδώς.
710 ζωσαμένω δ᾽ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
ἀγκὰς δ᾽ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
ὡς ὅτ᾽ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων.
τετρίγει δ᾽ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
715 ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
αἵματι φοινικόεσσαι ἀνέδραμον· οἱ δὲ μάλ᾽ αἰεὶ
νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·
οὔτ᾽ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
720 οὔτ᾽ Αἴας δύνατο, κρατερὴ δ᾽ ἔχεν ἲς Ὀδυσῆος.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·
«διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
ἤ μ᾽ ἀνάειρ᾽, ἢ ἐγὼ σέ· τὰ δ᾽ αὖ Διὶ πάντα μελήσει.»
725Ὣς εἰπὼν ἀνάειρε· δόλου δ᾽ οὐ λήθετ᾽ Ὀδυσσεύς·
κόψ᾽ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
κὰδ δ᾽ ἔβαλ᾽ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
κάππεσε· λαοὶ δ᾽ αὖ θηεῦντό τε θάμβησάν τε.
δεύτερος αὖτ᾽ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
730 κίνησεν δ᾽ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ᾽ ἔτ᾽ ἄειρεν,
ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντε πάλαιον,
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
735 «μηκέτ᾽ ἐρείδεσθον, μηδὲ τρίβεσθε κακοῖσι·
νίκη δ᾽ ἀμφοτέροισιν· ἀέθλια δ᾽ ἶσ᾽ ἀνελόντες
ἔρχεσθ᾽, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
καί ῥ᾽ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
|