Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (23.539-23.611)


Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον, ὡς ἐκέλευε.
540 καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
εἰ μὴ ἄρ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ᾽ ἀναστάς·
«ὦ Ἀχιλεῦ, μάλα τοι κεχολώσομαι, αἴ κε τελέσσῃς
τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον,
545 τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ᾽ ἵππω
αὐτός τ᾽ ἐσθλὸς ἐών· ἀλλ᾽ ὤφελεν ἀθανάτοισιν
εὔχεσθαι· τῶ κ᾽ οὔ τι πανύστατος ἦλθε διώκων.
εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ,
ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς
550 καὶ πρόβατ᾽, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·
τῶν οἱ ἔπειτ᾽ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον,
ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ᾽ αἰνήσωσιν Ἀχαιοί.
τὴν δ᾽ ἐγὼ οὐ δώσω· περὶ δ᾽ αὐτῆς πειρηθήτω
ἀνδρῶν ὅς κ᾽ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.»
555Ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
«Ἀντίλοχ᾽, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
560 δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων,
χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.»
Ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
οἰσέμεναι κλισίηθεν· ὁ δ᾽ ᾤχετο καί οἱ ἔνεικεν,
565 Εὐμήλῳ δ᾽ ἐν χερσὶ τίθει· ὁ δὲ δέξατο χαίρων.
Τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων,
Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ᾽ ἄρα κῆρυξ
χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν
Ἀργείους· ὁ δ᾽ ἔπειτα μετηύδα ἰσόθεος φώς·
570 «Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας.
ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους,
τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.
ἀλλ᾽ ἄγετ᾽, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μηδ᾽ ἐπ᾽ ἀρωγῇ,
575 μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·
“Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.”
εἰ δ᾽ ἄγ᾽ ἐγὼν αὐτὸς δικάσω, καί μ᾽ οὔ τινά φημι
580 ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.
Ἀντίλοχ᾽, εἰ δ᾽ ἄγε δεῦρο, διοτρεφές, ἣ θέμις ἐστί,
στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,
ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
585 ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.»
Τὸν δ᾽ αὖτ᾽ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·
«ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
σεῖο, ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
οἶσθ᾽ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·
590 κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
τῶ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς
δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο
μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
βουλοίμην ἢ σοί γε, διοτρεφές, ἤματα πάντα
595 ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.»
Ἦ ῥα, καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς
ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·
600 ὣς ἄρα σοί, Μενέλαε, μετὰ φρεσὶ θυμὸς ἰάνθη.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Ἀντίλοχε, νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ᾽ ἀεσίφρων
ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.
605 δεύτερον αὖτ᾽ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
οὐ γάρ κέν με τάχ᾽ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν·
ἀλλὰ σὺ γὰρ δὴ πόλλ᾽ ἔπαθες καὶ πόλλ᾽ ἐμόγησας,
σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ᾽ ἐμεῖο·
τῶ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
610 δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε
ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.»


Όλ᾽ οι Αχαιοί συμφώνησαν να γίνει αυτό που είπε
540και την φοράδα παρευθύς θα του έδιδε ο Πηλείδης
εάν δεν εσηκώνονταν να ειπεί το δίκαιόν του
ο Αντίλοχος, του Νέστορος υιός, στον Αχιλλέα:
«Θα σου θυμώσω δυνατά, Πηλείδη, αν τούτο κάμεις·
συ το βραβείο μού αφαιρείς, θαρρώ, γιατί του επάθαν
545τα γρήγορα πουλάρια του, τ᾽ αμάξι του κι εκείνος,
ο εξαίσιος· αλλ᾽ ας έκαμνεν ευχές των αθανάτων
και τότε δεν θα έρχονταν ο ύστερος απ᾽ όλους.
Αλλ᾽ αν σου είναι αγαπητός κι εγκάρδια τον λυπείσαι,
πλήθιο χρυσάφι και χαλκός υπάρχει στην σκηνήν σου,
550πρόβατα, δούλες και λαμπρά πτερόποδα πουλάρια·
πάρε απ᾽ αυτά και δώσε του, κατόπ᾽ ή αμέσως τώρα
βραβείον και λαμπρότερο να σ᾽ επαινέσουν όλοι.
Και τούτην δεν θα δώσω εγώ· και όποιος θελήσει ανδρείος
να μου την πάρει ας έλθει εδώ μ᾽ εμέ να πολεμήσει».
555Εις τούτα εχαμογέλασεν ο ισόθεος Πηλείδης,
του άρεσ᾽ ο Αντίλοχος ο αγαπητός του φίλος
και προς αυτόν απάντησε: «Κι εάν θελήσεις κι άλλο
από δικό μου, Αντίλοχε, του Ευμήλου εγώ να δώσω
θενά το κάμω πρόθυμα· τον θώρακα να λάβει
560αυτόν που επήρα λάφυρον απ᾽ τον Αστεροπαίον,
χάλκινον, και κασσίτερος λαμπρός τον περιχύνει·
θα το ᾽χει κτήμ᾽ ατίμητο». Κι ευθύς στον ποθητόν του
είπε τον Αυτομέδοντα τον θώρακα να φέρει
απ᾽ την σκηνήν· τον έφερεν εκείνος και του Ευμήλου
565τον έδωκε, οπού ολόχαρος στα χέρια του τον πήρε.
Τότε βαρύς απ᾽ την χολήν που είχεν του Αντιλόχου
σηκώθηκε ο Μενέλαος· και ο κήρυκας στο χέρι
σκήπτρο του δίδει και σιωπήν κηρύττει των Αργείων.
Και ο θείος άνδρας άρχισεν: «Ω φρόνιμε όχι πλέον
570Αντίλοχε, τι έκαμες! Μου εθόλωσες την δόξαν,
εκείνα τα οκνότατα πουλάρια σου έμπροσθέν μου
έσπρωξες και μου εμπόδισες τους ίππους εις τον δρόμον.
Αλλά σεις όλ᾽ οι αρχηγοί προστάτες των Αργείων
χωρίς να προτιμήσετε κανέναν κρίνετέ μας,
575μη κάποιος των Αχαιών τούτον ειπεί τον λόγον:
«Με ψέματα ο Μενέλαος επήρε την φοράδα
του Αντιλόχου, αν κι είχε αυτός χειρότερους τους ίππους,
αλλ᾽ είναι αυτός ανώτερος πολύ στο μεγαλείον».
Αλλά θα κρίνω ευθύς εγώ, και δεν θα με αποπάρει
580των Δαναών, θαρρώ, κανείς. Θα είμαι δικαιοκρίτης.
Αντίλοχε διόθρεφτε, έλα, σαν θέλει ο νόμος
στήσου στην άμαξαν εμπρός ολόρθος και στους ίππους,
πάρε την ίδια μάστιγα, που πρώτα εκυβερνούσες,
και πιάνοντας τους ίππους σου, του Ποσειδώνος κάμε
585όρκον που δεν μου εμπόδισες μ᾽ επιβουλήν τ᾽ αμάξι».
Και ο φρόνιμος Αντίλοχος απάντησέ του κι είπε:
«Πραΰνου τώρα, ότ᾽ είμ᾽ εγώ πολύ νεότερός σου,
σεπτέ Μενέλαε, και συ καλύτερός μου εις όλα·
γνωρίζεις πόσον εύκολα παρανομούν οι νέοι·
590ο νους τους γοργοκίνητος ισχνήν την σκέψιν έχει.
Όθεν μαλάξου· μόνος μου σου δίδω την φοράδα
που εκέρδισα· και αν άλλο τι δικό μου να σου δώσω
ήθελες και καλύτερο, σου το ᾽δινα ολοψύχως,
παρ᾽ από σε, διόθρεφτε, να χάσω την αγάπην
595ολοζωής μου και σ᾽ εμέ οργή να πέσει θεία».
Και την φοράδα οδήγησεν ευθύς ο Νεστορίδης
κι έδωκε στον Μενέλαον, που στην καρδιά του ευφράνθη,
καθώς εις τα πυκνά σπαρτά που τον αγρόν σκεπάζουν
καλή δροσιά ζωογονεί τα φουντωμέν᾽ αστάχια·
600ομοίως, ω Μενέλαε, μέσα η καρδιά σου ευφράνθη·
και προς αυτόν απάντησε με λόγια φτερωμένα:
«Και αφ᾽ εαυτού μου, Αντίλοχε, συγκρίνω τον θυμόν μου
να παύσω, ότι αστόχαστος και ασύστατος δεν ήσουν
ποτέ σου, αλλά εδώ τον νουν ενίκησε η νεότης·
605καλύτερούς σου στο εξής φυλάξου ν᾽ απατήσεις.
Κι εύκολα δεν θα μ᾽ έπειθε των Αχαιών κανένας·
αλλ᾽ έπαθες εσύ πολλά κι εμόχθησες για μένα
συ και ο πατέρας σου ο λαμπρός με τον αυτάδελφόν σου·
μου επρόσπεσες και τούτο αρκεί· και την φοράδ᾽, αν κι είναι
610δική μου, λάβε την εσύ για να γνωρίσουν όλοι
ότι καρδιά περήφανην και αμάλακτην δεν έχω».