Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (23.287-23.350)


Ὣς φάτο Πηλεΐδης, ταχέες δ᾽ ἱππῆες ἄγερθεν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος,
Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·
290 τῷ δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ᾽ ἀπηύρα
Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους,
295 Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
τὴν Ἀγαμέμνονι δῶκ᾽ Ἀγχισιάδης Ἐχέπωλος
δῶρ᾽, ἵνα μή οἱ ἕποιθ᾽ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
ἀλλ᾽ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
Ζεὺς ἄφενος, ναῖεν δ᾽ ὅ γ᾽ ἐν εὐρυχόρῳ Σικυῶνι·
300 τὴν ὅ γ᾽ ὑπὸ ζυγὸν ἦγε, μέγα δρόμου ἰσχανόωσαν.
Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ᾽ ἵππους,
Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος,
τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι
ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς
305 μυθεῖτ᾽ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
«Ἀντίλοχ᾽, ἤτοι μέν σε νέον περ ἐόντα φίλησαν
Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν
παντοίας· τῶ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·
οἶσθα γὰρ εὖ περὶ τέρμαθ᾽ ἑλισσέμεν· ἀλλά τοι ἵπποι
310 βάρδιστοι θείειν· τῶ τ᾽ οἴω λοίγι᾽ ἔσεσθαι.
τῶν δ᾽ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
ἀλλ᾽ ἄγε δὴ σύ, φίλος, μῆτιν ἐμβάλλεο θυμῷ
παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
315 μήτι τοι δρυτόμος μέγ᾽ ἀμείνων ἠὲ βίηφι·
μήτι δ᾽ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·
μήτι δ᾽ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
ἀλλ᾽ ὃς μέν θ᾽ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
320 ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·
ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
αἰεὶ τέρμ᾽ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει
ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
325 ἀλλ᾽ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές, οὐδέ σε λήσει.
ἕστηκε ξύλον αὖον ὅσον τ᾽ ὄργυι᾽ ὑπὲρ αἴης,
ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
330 ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ᾽ ἱππόδρομος ἀμφίς·
ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
καὶ νῦν τέρματ᾽ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
τῷ σὺ μάλ᾽ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,
335 αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
ἦκ᾽ ἐπ᾽ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
340 κύκλου ποιητοῖο· λίθου δ᾽ ἀλέασθαι ἐπαυρεῖν,
μή πως ἵππους τε τρώσῃς κατά θ᾽ ἅρματα ἄξῃς·
χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ
ἔσσεται· ἀλλά, φίλος, φρονέων πεφυλαγμένος εἶναι.
εἰ γάρ κ᾽ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
345 οὐκ ἔσθ᾽ ὅς κέ σ᾽ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,
οὐδ᾽ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι,
Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,
ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ᾽ ἔτραφεν ἐσθλοί.»
Ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
350 ἕζετ᾽, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ᾽ ἔειπε.


Είπε ο Πηλείδης και ταχείς ιππείς επεταχθήκαν.
Ο πολεμάρχος Εύμηλος σηκώθη απ᾽ όλους πρώτος,
υιός του Αδμήτου, δοξαστός στους ιππικούς αγώνας·
290κατόπι ευθύς ο δυνατός σηκώνεται ο Διομήδης,
τους ίππους ζεύει του Τρωός, που ᾽χε του Αινεία πάρει
τότε, οπού τούτον έσωσε στον κίνδυνόν του ο Φοίβος.
Σηκώθη τότε και ο ξανθός διογέννητος Ατρείδης
κι έζευεν, ο Μενέλαος, δυο γρήγορα πουλάρια,
295με τον δικόν του Πόδαργον την Αίθην του αδελφού του,
που χάρισ᾽ ο Εχέπωλος σ᾽ αυτόν ο Αγχισιάδης,
για να μη τον ακολουθεί στα τείχη εμπρός της Τροίας,
και αυτού μες στην πλατύχωρην πατρίδα Σικυώνα
να ευφραίνετ᾽ όλα τα καλά που του ᾽χε δώσει ο Δίας·
300κείνην τότ᾽ έζεψεν αυτός λαχταριστήν φοράδα.
Τέταρτος ο Αντίλοχος, κλωνάρι παινεμένο
του Νηληιάδη Νέστορος, δυο, θρέμματα της Πύλου,
έφερνε κάτω απ᾽ τον ζυγόν καλότριχα πουλάρια.
Τότε τον επλησίασεν ο σεβαστός πατέρας
305κι είπε καλά και φρόνιμα στο φρόνιμο παιδί του:
«Νέον ακόμ᾽, Αντίλοχε, σ᾽ αγάπησεν ο Δίας
και ο Ποσειδών και σου ᾽δειξαν της ιππικής τες τέχνες·
όθεν εσύ να διδαχθείς πολλή δεν είναι χρεία·
ξεύρεις γύρω στα τέρματα να στρέφεις· έχεις όμως
310ίππους οκνούς· για τούτο εγώ καλό δεν περιμένω.
Κι εκείνοι οπού ταχύτερους τυχαίνει να ᾽χουν ίππους
πάλιν δεν έχουν νόημα καλύτερο από σένα.
Αλλ᾽ άκουσέ με, αγαπητέ, και σκέψου στην ψυχήν σου
της τέχνης κάθε σόφισμα, μη χάσεις τα βραβεία·
315με σόφισμα παρά μ᾽ ανδρειά προκόβει ο δενδροκόπος·
με σόφισμα στης θάλασσας τ᾽ αγριωμένα πλάτη
το ανεμόδαρτ᾽ οδηγεί καράβι ο κυβερνήτης·
με σόφισμα και ηνίοχος ηνίοχον περνάει.
Αλλ᾽ όποιος εις τους ίππους του θαρρώντας και στ᾽ αμάξι
320εδώθ᾽ εκείθε αστόχαστα πολύν γυρίζει τόπον,
οι ίπποι του παραστρατούν, του φεύγουν απ᾽ το χέρι·
και μ᾽ άλογο κατώτερο όποιος τες τέχνες ξέρει
στο τέρμα στρέφει αδιάκοπα, πάντοτ᾽ εμπρός του το ᾽χει,
απ᾽ την στιγμήν που ετέντωσε τους χαλινούς των ίππων
325ίσια τους φέρνει και τηρά τον πρώτον να περάσει.
Κι ένα σημάδι θα σου ειπώ, που ευκόλως θα γνωρίσεις·
ξύλον ορθώνεται ξερό, όσον οργιά, στο χώμα,
δρυός ή πεύκου και η βροχή καθόλου δεν το σέπει·
και απ᾽ τα δυο μέρη κάτασπροι στυλώνονται δυο λίθοι
330στο στένωμα κι είν᾽ ομαλός ο ιππόδρομος τριγύρω·
είτ᾽ είναι μνήμα κανενός που απέθανε το πάλαι,
ή για καμπτόν κει το ᾽βαλαν έναν καιρόν οι αρχαίοι,
και τώρα τέρμα το ᾽θεσεν ο ισόθεος Πηλείδης.
Σ᾽ εκείνο εγγύς συ να οδηγείς τ᾽ αμάξι με τους ίππους,
335και απ᾽ το καλόπλεκτο θρονί στ᾽ αριστερά των ίππων
να χαμηλώνεις το κορμί και το δεξί πουλάρι
με βοήν κέντα και άφησε λυτά τα χαλινάρια·
εις τον καμπτόν ο αριστερός σου ίππος να κολλήσει,
να φαίνεται που του καλού τροχού το κεφαλάρι
340τον ξάκρισε, και πρόσεχε στον λίθον μη σκουντήσεις
μήπως λαβώσεις τ᾽ άλογα και σπάσεις και τ᾽ αμάξι·
χαρά στους άλλους, όνειδος πολύ στον εαυτόν σου
θα είναι· αλλά με φρόνησιν φυλάξου, αγαπητέ μου,
ότι αν στο τέρμα δυνηθείς τον άλλον να περάσεις,
345μη φοβηθείς άλλος κανείς αλλού να σε προφθάσει
κι εάν οπίσω σου κεντά το γρήγορο πουλάρι
του Αδρήστου, τον Αρίονα πού ᾽ναι από γένος θείον
ή εκείνα του Λαομέδοντος, θρέμμα λαμπρό της Τροίας».
Είπε και προς την θέσιν του εγύρισε ο Νηλείδης,
350όλους αφού εφανέρωσε τους τρόπους στον υιόν του.