Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (23.108-23.160)


Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο·
μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
110 ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
οὐρῆάς τ᾽ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ᾽ ἀνὴρ ἐσθλὸς ὀρώρει,
Μηριόνης, θεράπων ἀγαπήνορος Ἰδομενῆος.
οἱ δ᾽ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
115 σειράς τ᾽ εὐπλέκτους· πρὸ δ᾽ ἄρ᾽ οὐρῆες κίον αὐτῶν.
πολλὰ δ᾽ ἄναντα κάταντα πάραντά τε δόχμιά τ᾽ ἦλθον·
ἀλλ᾽ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
αὐτίκ᾽ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
120 πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
πάντες δ᾽ ὑλοτόμοι φιτροὺς φέρον· ὧς γὰρ ἀνώγει
Μηριόνης, θεράπων ἀγαπήνορος Ἰδομενῆος.
125 κὰδ δ᾽ ἄρ᾽ ἐπ᾽ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ᾽ ἄρ᾽ Ἀχιλλεὺς
φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
Αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην,
ἥατ᾽ ἄρ᾽ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
130 χαλκὸν ζώννυσθαι, ζεῦξαι δ᾽ ὑπ᾽ ὄχεσφιν ἕκαστον
ἵππους· οἱ δ᾽ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
ἂν δ᾽ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν,
μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
135 θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ᾽ Ἄϊδόσδε.
Οἱ δ᾽ ὅτε χῶρον ἵκανον ὅθι σφισι πέφραδ᾽ Ἀχιλλεύς,
κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
140 ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
ὀχθήσας δ᾽ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
«Σπερχεί᾽, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς,
145 κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
σοί τε κόμην κερέειν ῥέξειν θ᾽ ἱερὴν ἑκατόμβην,
πεντήκοντα δ᾽ ἔνορχα παρ᾽ αὐτόθι μῆλ᾽ ἱερεύσειν
ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
ὣς ἠρᾶθ᾽ ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
150 νῦν δ᾽ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.»
Ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
155 εἰ μὴ Ἀχιλλεὺς αἶψ᾽ Ἀγαμέμνονι εἶπε παραστάς·
«Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
νῦν δ᾽ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
ὅπλεσθαι· τάδε δ᾽ ἀμφὶ πονησόμεθ᾽ οἷσι μάλιστα
160 κήδεός ἐστι νέκυς· παρὰ δ᾽ οἵ τ᾽ ἀγοὶ ἄμμι μενόντων.»


Είπε και εις όλους κίνησε τον πόθον των δακρύων·
κι η αυγή τους ήβρε ολόγυρα στο λείψανο να κλαίουν.
110Και τότε απ᾽ όλες τες σκηνές, ως όρισεν ο Ατρείδης,
άνδρες με τα μουλάρια τους κινούσαν για τον λόγγον
να φέρουν ξύλα, κι έφορος ο εξαίσιος Μηριόνης
του πολεμάρχου ακόλουθος, μεγάλου Ιδομενέως·
και αξίνες και καλόπλεκτα σχοινιά βαστούσαν όλοι
115με τα μουλάρια τους εμπρός, και ανεβοκατεβήκαν
ράχες πολλές, λοξά, στριφτά μέσ᾽ στ᾽ άγρια μονοπάτια.
Και ότ᾽ έφθασαν στα σύλλακκα της δροσισμένης Ίδης
γοργά τα υψηλά δρυά μ᾽ ακονητές αξίνες
έκοφταν και, όπως έπεφταν τα δένδρ᾽, αχούσε ο τόπος.
120Και, αφού τα εσχίζαν, έδεναν τα ξύλα στα μουλάρια·
και από τον λόγγον πρόθυμα να φθάσουν στην πεδιάδα
εκείνα ετετραπόδιζαν· και ακόμ᾽ οι ξυλοκόποι
φέρνουν γογγύλι᾽ επάνω τους, ως είπε ο Μηριόνης,
του Ιδομενέως οπαδός· κατόπιν στ᾽ ακρογιάλι
125τα έβαζαν αραδιαστά στο μέρος, που ο Πηλείδης
μνήμα να στήσει εσκέφθηκεν αυτού και του Πατρόκλου·
και αφού με ξύλ᾽ αμέτρητα τον τόπον εσκεπάσαν
καθήμενοι επερίμεναν· ωστόσον ο Πηλείδης
τους Μυρμιδόνας πρόσταξε να ζώσουν τα άρματά τους,
130και κάτω από τες άμαξες να ζέψουν να πουλάρια·
και αρματωμένοι ανέβηκαν στ᾽ αμάξια οι κυβερνήτες
και οι μαχηταί στο πλάγι τους, και οπίσω ακολουθούσαν
σαν μαύρο σύγνεφο οι πεζοί· εβάσταζαν στην μέσην
τον Πάτροκλον οι σύντροφοι και όλον με τα κομμένα
135μαλλιά τους τον εσκέπασαν, και οπίσω τού βαστούσε
την κεφαλήν ο ισόθεος Πηλείδης, πικραμένος
που σύντροφον εξαίσιον στον Άδη προβοδούσε.
Και όταν στο μέρος έφθασαν που έδειξε ο Πηλείδης
τον βάλαν κάτω και άφθονα του εστοίβασαν τα ξύλα.
140Τότ᾽ άλλο εσκέφθη ο Αχιλλεύς· απ᾽ την πυράν εστράφη,
την ξανθήν κόμην έκοψε που την καλλιεργούσε
του ποταμού του Σπερχειού καλήν να την προσφέρει.
Κι είπε με πόνον της καρδιάς κοιτώντας τα πελάγη:
«Άλλα σου ευχήθη, ω Σπερχειέ, το στόμα του πατρός μου
145όταν εκεί θα εγύριζα στην γην την πατρικήν μου,
να δώσει εσέ την κόμην μου και αγίαν εκατόμβην,
και αυτού στο κτήμα, στες πηγές, πόχεις βωμόν ευώδη
πεντήκοντ᾽ αμουνούχιστα κριάρια να μου σφάξει.
Αλλά συ δεν εκτέλεσες αυτά που ευχήθη ο γέρος·
150τώρ᾽ αφού δεν θα ξαναϊδώ την ποθητήν πατρίδα
ας πάρει ο ήρως Πάτροκλος την κόμην μου στον Άδη».
Είπε, την κόμην έβαλε στου αγαπημένου φίλου
τα χέρια και όλους έκαμε τα δάκρυα ν᾽ αρχινήσουν.
Και ο ήλιος θα βασίλευε και ακόμη αυτοί θα κλαίαν,
155εάν στον Αγαμέμνονα δεν έλεγε ο Πηλείδης:
«Ατρείδη, επειδή πρόθυμα των Αχαιών τα πλήθη
στους λόγους όλα πείθονται, και ο θρήνος κόρον φέρνει
απ᾽ την πυράν να σκορπισθούν και δείπνον να ετοιμάσουν
ειπέ τους· κι έπειτ᾽ όλοι εμείς, που τον νεκρόν πονούμε,
160όλα θα συγυρίσομε και οι πολεμάρχοι ας μείνουν».