Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (23.54-23.107)


Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
55 ἐσσυμένως δ᾽ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
οἱ μὲν κακκείοντες ἔβαν κλισίηνδε ἕκαστος,
Πηλεΐδης δ᾽ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
60 κεῖτο βαρὺ στενάχων, πολέσιν μετὰ Μυρμιδόνεσσιν,
ἐν καθαρῷ, ὅθι κύματ᾽ ἐπ᾽ ἠϊόνος κλύζεσκον·
εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
νήδυμος ἀμφιχυθείς —μάλα γὰρ κάμε φαίδιμα γυῖα
Ἕκτορ᾽ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν—
65 ἦλθε δ᾽ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο,
πάντ᾽ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ᾽ ἐϊκυῖα
καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
«εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ, Ἀχιλλεῦ.
70 οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
θάπτέ με ὅττι τάχιστα, πύλας Ἀΐδαο περήσω.
τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων,
οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
ἀλλ᾽ αὔτως ἀλάλημαι ἀν᾽ εὐρυπυλὲς Ἄϊδος δῶ.
75 καί μοι δὸς τὴν χεῖρ᾽, ὀλοφύρομαι· οὐ γὰρ ἔτ᾽ αὖτις
νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ᾽ ἐμὲ μὲν κὴρ
ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
80 καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ,
τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι, αἴ κε πίθηαι·
μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ᾽, Ἀχιλλεῦ,
ἀλλ᾽ ὁμοῦ, ὡς τράφομέν περ ἐν ὑμετέροισι δόμοισιν,
85 εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
ἤγαγεν ὑμέτερόνδ᾽ ἀνδροκτασίης ὕπο λυγρῆς,
ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος,
νήπιος, οὐκ ἐθέλων, ἀμφ᾽ ἀστραγάλοισι χολωθείς·
ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
90 ἔτραφέ τ᾽ ἐνδυκέως καὶ σὸν θεράποντ᾽ ὀνόμηνεν·
ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«τίπτε μοι, ἠθείη κεφαλή, δεῦρ᾽ εἰλήλουθας,
95 καί μοι ταῦτα ἕκαστ᾽ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
πάντα μάλ᾽ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.»
Ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν,
100 οὐδ᾽ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
ᾤχετο τετριγυῖα· ταφὼν δ᾽ ἀνόρουσεν Ἀχιλλεὺς
χερσί τε συμπλατάγησεν, ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπεν·
«ὢ πόποι, ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
105 παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
καί μοι ἕκαστ᾽ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.»


Είπε και όλοι πρόθυμοι στον λόγον του υπακούσαν·
55και αφού το δείπνο ετοίμασαν σπουδακτικά καθένας
έτρωγαν, και όλοι εχάρηκαν το ισόμοιρο τραπέζι·
κι αφού εφάγαν κι έπιαν όσο ήθελε η ψυχή τους
εις την σκηνήν εγύρισε καθένας να πλαγιάσει·
αλλ᾽ ο Πηλείδης κείτονταν στο ελεύθερο ακρογιάλι
60στενάζοντας και ολόγυρα των Μυρμιδόνων πλήθος,
και ο ύπνος οπού της ψυχής κάθε φροντίδα σβήνει
βαθύς τού περιχύθηκε στα μέλη τα γενναία
κοπιασμέν᾽ απ᾽ τον βαρύν αγώνα που ᾽χε κάμει
να κυνηγά τον Έκτορα στα τείχη εμπρός της Τροίας.
65Κι ήλθε η ψυχή του δύστυχου Πατρόκλου και όμοιαζ᾽ όλη
μ᾽ εκείνον εις τ᾽ ανάστημα και στα λαμπρά του μάτια
και στην φωνήν και όμοια τα ενδύματα εφορούσε.
Στην κεφαλήν του εστάθηκεν επάνω και του είπε:
«Κοιμάσαι και με λησμονείς, γλυκύτατε Πηλείδη,
70νεκρόν, και ότ᾽ ήμουν ζωντανός εις την καρδιά σου μ᾽ είχες.
Θάψε μ᾽ ευθύς να διαβώ του Άδη τον πυλώνα·
μακράν με διώχνουν οι ψυχές, σκιές αναπαυμένων
να μη διαβώ τον ποταμόν και απόπερα τες σμίξω,
κι εμπρός στες πύλες τες πλατιές του Άδη παραδέρνω.
75Δώσ᾽ μου το χέρι, κλαίομαι· και οπίσω από τον Άδη
δεν θα ᾽λθω, αφού μες στην πυράν με βάλετε του τάφου.
Ότι όχι πλέον ζωντανοί καθήμενοι μονάχοι
θενά τα λέγομε ως και πριν· κι εμένα η μοίρα η μαύρη
μ᾽ άρπαξε ως διορίσθηκεν από την γενετήν μου.
80Και σένα η μοίρα διόρισεν, ισόθεε Πηλείδη,
κάτω απ᾽ τα τείχη να σβησθείς των ανδρειωμένων Τρώων.
Και άλλο ακόμη θα σου ειπώ κι ελπίζω να το στέρξεις·
μη απ᾽ τα δικά σου χωριστά τα κόκαλά μου βάλεις·
αλλ᾽ όπως εις το σπίτι σου μ᾽ ανάθρεψαν μαζί σου,
85όταν παιδί στην σκέπην σας με έφερε ο πατέρας
απ᾽ τον Οπούντα, εξ αφορμής κακής ανδροφονίας,
όταν του Αμφιδάμαντος εφόνευσα τ᾽ αγόρι
αθέλητα, ως εθύμωσα μ᾽ αυτόν στους αστραγάλους·
τότε μ᾽ εδέχθηκε ο Πηλεύς και καλοανάθρεψέ με
90στο σπίτι, και μ᾽ ονόμασεν αυτός ακόλουθόν σου.
Γι᾽ αυτό των δύο τα κόκαλα μια θήκη ας κλείσει μόνη,
η χρυσή στάμνα, που η σεπτή σού εχάρισε μητέρα».
Σ᾽ εκείνον ο γοργόποδος απάντησε Αχιλλέας:
«Τ᾽ ήλθες, σεπτή μου κεφαλή, να μ᾽ έβρεις και να κάμω
95μου παραγγέλλεις όλ᾽ αυτά; Κι εγώ θα σε υπακούσω
και όλα θα γίνουν, ως ποθείς· αλλ᾽ έλα εδώ σιμά μου,
όπως και ολίγες καν στιγμές εδώ περιπλεγμένοι
του πικρού κλάματος μαζί την ηδονήν χαρούμε».
Και τες αγκάλες άπλωσεν αλλ᾽ έπιασεν αέρα·
100ότ᾽ η ψυχή κάτω απ᾽ την γην ωσάν καπνός εχάθη
τρίζοντας· και ο Αχιλλεύς πετάχθη σαστισμένος
κτύπησε τες παλάμες του και με παράπον᾽ είπε:
«Θεοί μου, και στην κατοικιά του Άδη, καθώς βλέπω
είναι ψυχή και φάντασμα, αλλά δεν έχει σπλάχνα.
105Ότ᾽ η ψυχή του δύστυχου Πατρόκλου μου οληνύκτα
μ᾽ εκείνον απαράλλακτη επάνω μου εστεκόνταν
και μου παράγγελνε πολλά, στα δάκρυα της πνιγμένη».