Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (1.68-1.129)


Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη
Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ᾽ ἄριστος,
ὃς ᾔδη τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα, 70
καὶ νήεσσ᾽ ἡγήσατ᾽ Ἀχαιῶν Ἴλιον εἴσω
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
«ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· 75
τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· 80
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· 85
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σύ, Κάλχαν,
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
συμπάντων Δαναῶν, οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς, 90
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.»
Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
«οὔτ᾽ ἄρ᾽ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται οὐθ᾽ ἑκατόμβης,
ἀλλ᾽ ἕνεκ᾽ ἀρητῆρος, ὃν ἠτίμησ᾽ Ἀγαμέμνων
οὐδ᾽ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ᾽ ἄποινα, 95
τοὔνεκ᾽ ἄρ᾽ ἄλγε᾽ ἔδωκεν ἑκηβόλος ἠδ᾽ ἔτι δώσει·
οὐδ᾽ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει,
πρίν γ᾽ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
ἀπριάτην ἀνάποινον, ἄγειν θ᾽ ἱερὴν ἑκατόμβην
100 ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.»
Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι
πίμπλαντ᾽, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
105 Κάλχαντα πρώτιστα κάκ᾽ ὀσσόμενος προσέειπε·
«μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
αἰεί τοι τὰ κάκ᾽ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
ἐσθλὸν δ᾽ οὔτε τί πω εἶπας ἔπος οὔτ᾽ ἐτέλεσσας·
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
110 ὡς δὴ τοῦδ᾽ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
οὕνεκ᾽ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾽ ἄποινα
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
115 οὐ δέμας οὐδὲ φυήν, οὔτ᾽ ἂρ φρένας οὔτε τι ἔργα.
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ᾽ ἄμεινον·
βούλομ᾽ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾽ ἑτοιμάσατ᾽, ὄφρα μὴ οἶος
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
120 λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
«Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων,
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
λαοὺς δ᾽ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾽ ἐπαγείρειν.
ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
τριπλῇ τετραπλῇ τ᾽ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.»


Αυτά είπε κι εκάθισε· και τότε ο Θεστορίδης
ο Κάλχας εσηκώθηκεν, ορνεοσκόπος πρώτος
70που εγνώριζ᾽ όλα μέλλοντα, παρόντα, περασμένα
και οδήγησε στην Ίλιον των Αχαιών τα πλοία
μ᾽ αυτό το πνεύμα μαντικό που του ᾽χε δώσει ο Φοίβος.
Σ᾽ αυτούς καλοπροαίρετα τότε ομιλούσ᾽ εκείνος:
«Με προσκαλείς, διίφιλε Πηλείδη, να εξηγήσω,
75πώς εγεννήθηκε ο θυμός του μακροβόλου Φοίβου·
θέλει το ειπώ· μόνον εσύ στοχάσου και όμοσέ μου
να με βοηθήσεις πρόθυμα με λόγον και με χέρι,
ότι θ᾽ ανάψω την χολήν ανδρός που των Αργείων
δεσπόζει και όλ᾽ οι Αχαιοί του είναι υποταγμένοι·
80όταν θυμώσει στον μικρόν, νικά ο βασιλέας·
ότι αν χωνεύσει την χολήν σ᾽ εκείνην την ημέραν,
όμως το πάθος άσπονδο στα στήθη μέσα τρέφει
να ξεθυμάνει στο εξής· και σκέψου αν θα με σώσεις».
Και ο γοργοπόδης προς αυτόν Πηλείδης αποκρίθη:
85«Άφοβα λέγε τον χρησμόν όποιον ηξεύρει ο νους σου
ότι, μα τον Απόλλωνα, που τες ευχές ακούει,
Κάλχα, και συ των Δαναών προσφέρεις τους χρησμούς του,
όσο εγώ ζω κι εδώ στην γην βλέπω το φως του ηλίου,
βαρύ κανείς επάνω σου το χέρι δεν θα βάλει
90των Δαναών όλων κανείς, και μήτε ο Αγαμέμνων
που σήμερα των Αχαιών καυχάται ότ᾽ είναι ο πρώτος».
Και ο μάντης ο ακατάκριτος επήρε θάρρος κι είπε:
«Τάμα ποσώς δεν του ᾽λειψε, μήτ᾽ εκατόμβη, αλλ᾽ είναι
ο ιερέας αφορμή, που αψήφησ᾽ ο Ατρείδης·
95την κόρη δεν απόλυσε, τα λύτρα δεν εδέχθη,
ιδού γιατί μας έθλιψε και θα μας θλίψει ο Φοίβος.
Ούδ᾽ απ᾽ τους Δαναούς ποτέ την λοιμική θα διώξει
πριν δοθεί οπίσω του πατρός η λαμπρομάτα κόρη
άλυτρη, ανεξαγόραστη και αγίαν εκατόμβην
100στην Χρύσην αποστείλομεν· τότ᾽ ίσως ίλεως γίνει».
Αυτά είπε κι εκάθισε· σηκώθη ευθύς ο ήρως
πολλών κυρίαρχος λαών, ο Ατρείδης Αγαμέμνων
φαρμακωμένος· και η χολή τα μαύρα σωθικά του
πλημμύριζ᾽ όλα, και άστραφταν τα μάτια του ωσάν φλόγες.
105Με βλέμμα κακοσήμαντο στον Κάλχαντα είπε πρώτα:
«Μάντη κακών, όχι, ποτέ πρόσχαρό τι δεν μου ᾽πες,
και ο νους σου πάντοτε αγαπά κακά να προμαντεύει·
λόγον δεν είπες συ ποτέ καλόν ούτ᾽ έχεις πράξει.
Και τώρα εδώ στους Δαναούς χρησμολογείς και λέγεις
110οπώς για τούτο συμφορές τους δίδει ο μακροβόλος,
ότι την πλούσια ξαγορά της θυγατρός του Χρύση
δεν δέχθηκα· ναι, θέλω εγώ καλύτερα την κόρη
σπίτι μου, αφού την προτιμώ της νυμφευτής μου ακόμα
της Κλυταιμνήστρας και ποσώς κατώτερη δεν είναι
115στην κλάση, στο ανάστημα, στη γνώμη και στα έργα.
Και όμως αν συμφέρει αυτό, θε να την αποδώσω·
το καλό θέλω του λαού, ποτέ τον όλεθρό του·
αλλά δώρο ετοιμάσετε σ᾽ εμένα ευθύς, τι μόνος
εγώ δεν πρέπει αδώρητος να μείνω των Αργείων
120και όλοι το βλέπετε ότι αλλού το δώρο μου πηγαίνει».
Του αντείπεν ο φτερόποδος ισόθεος Πηλείδης:
«Ένδοξε Ατρείδη, περισσά φιλόπλουτε, τι λέγεις;
Οι μεγαλόψυχοι Αχαιοί πώς θα σου δώσουν δώρον;
Μη κάπου λάφυρα κοινά γνωρίζομε αφημένα;
125Όσ᾽ απ᾽ τες χώρες πήραμε εμοιρασθήκαν όλα
και να τα ξανακάμομε σωρό δεν είναι πρέπον·
αλλά συ τώρα στον θεόν απόλυσε την κόρη,
και τετραπλά θ᾽ ανταμειφθείς, αν ποτέ δώσει ο Δίας
οι Αχαιοί να πάρομε την πυργωμένην Τροίαν».