ΕΡ. ἴθι νυν, ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
γυναῖκα σαυτῷ τήνδε· κᾆτ᾽ ἐν τοῖς ἀγροῖς
ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
ΤΡ. ὦ φιλτάτη, δεῦρ᾽ ἐλθὲ καὶ δός μοι κύσαι.
710ἆρ᾽ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ,
ὦ δέσποθ᾽ Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας;
ΕΡ. οὔκ, εἴ γε κυκεῶν᾽ ἐπιπίοις βληχωνίαν.
ἀλλ᾽ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτ᾽ ἦν.
715ΤΡ. ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,
ὅσον ῥοφήσεις ζωμὸν ἡμερῶν τριῶν,
ὅσας δὲ κατέδει χόλικας ἑφθὰς καὶ κρέα.
ἀλλ᾽, ὦ φίλ᾽ Ἑρμῆ, χαῖρε πολλά. ΕΡ. καὶ σύ γε,
ὦνθρωπε, χαίρων ἄπιθι καὶ μέμνησό μου.
720ΤΡ. ὦ κάνθαρ᾽, οἴκαδ᾽ οἴκαδ᾽ ἀποπετώμεθα.
ΕΡ. οὐκ ἐνθάδ᾽, ὦ τᾶν, ἐστι. ΤΡ. ποῖ γὰρ οἴχεται;
ΕΡ. ὑφ᾽ ἅρματ᾽ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
ΤΡ. πόθεν οὖν ὁ τλήμων ἐνθάδ᾽ ἕξει σιτία;
ΕΡ. τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
725ΤΡ. πῶς δῆτ᾽ ἐγὼ καταβήσομαι; ΕΡ. θάρρει, καλῶς·
τῃδὶ παρ᾽ αὐτὴν τὴν θεόν. ΤΡ. δεῦρ᾽, ὦ κόρα,
ἕπεσθον ἅμ᾽ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
ποθοῦντες ὑμᾶς ἀναμένουσ᾽ ἐστυκότες.
|