Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (21.136-21.199)


Ὣς ἄρ᾽ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
ὅρμηνεν δ᾽ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
140 Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων,
υἱέϊ Πηλεγόνος· τὸν δ᾽ Ἀξιὸς εὐρυρέεθρος
γείνατο καὶ Περίβοια, Ἀκεσσαμενοῖο θυγατρῶν
πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
τῷ ῥ᾽ Ἀχιλεὺς ἐπόρουσεν, ὁ δ᾽ ἀντίος ἐκ ποταμοῖο
145 ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ᾽ ἐλέαιρεν.
οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
150 «τίς πόθεν εἰς ἀνδρῶν, ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.»
Τὸν δ᾽ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
«Πηλεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
εἴμ᾽ ἐκ Παιονίης ἐριβώλου, τηλόθ᾽ ἐούσης,
155 Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
ἠὼς ἑνδεκάτη, ὅτε Ἴλιον εἰλήλουθα.
αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος,
Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δ᾽ ἐμέ φασι
160 γείνασθαι· νῦν αὖτε μαχώμεθα, φαίδιμ᾽ Ἀχιλλεῦ.»
Ὣς φάτ᾽ ἀπειλήσας, ὁ δ᾽ ἀνέσχετο δῖος Ἀχιλλεὺς
Πηλιάδα μελίην· ὁ δ᾽ ἁμαρτῇ δούρασιν ἀμφὶς
ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
καί ῥ᾽ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διαπρὸ
165 ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
τῷ δ᾽ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
δεξιτερῆς, σύτο δ᾽ αἷμα κελαινεφές· ἡ δ᾽ ὑπὲρ αὐτοῦ
γαίῃ ἐνεστήρικτο, λιλαιομένη χροὸς ἆσαι.
δεύτερος αὖτ᾽ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
170 Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὁ δ᾽ ὑψηλὴν βάλεν ὄχθην,
μεσσοπαγὲς δ᾽ ἄρ᾽ ἔθηκε κατ᾽ ὄχθης μείλινον ἔγχος.
Πηλεΐδης δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
ἆλτ᾽ ἐπί οἱ μεμαώς· ὁ δ᾽ ἄρα μελίην Ἀχιλῆος
175 οὐ δύνατ᾽ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ
ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
180 γαστέρα γάρ μιν τύψε παρ᾽ ὀμφαλόν, ἐκ δ᾽ ἄρα πᾶσαι
χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
ἀσθμαίνοντ᾽· Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐνὶ στήθεσσιν ὀρούσας
τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
«κεῖσ᾽ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
185 παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
τίκτέ μ᾽ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι,
Πηλεὺς Αἰακίδης· ὁ δ᾽ ἄρ᾽ Αἰακὸς ἐκ Διὸς ἦεν.
190 τῶ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
χραισμεῖν· ἀλλ᾽ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
195 οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
δεινήν τε βροντήν, ὅτ᾽ ἀπ᾽ οὐρανόθεν σμαραγήσῃ.»


Είπε και τότε ο ποταμός χειρότερα εχολώθη,
κι εζήτα με τον νουν του πώς να παύσει του Αχιλλέως
την λύσσαν και απ᾽ τον όλεθρον τους Τρώας να φυλάξει.
Ωστόσο με το απέραντο κοντάρι του ο Πηλείδης
140του Αστεροπαίου χύθηκεν υιού του Πηλεγόνος
που η Περίβοια γέννησεν ωραία θυγατέρα
η πρώτη του Ακεσσαμενού και ο ποταμός ο μέγας
ο Αξιός, που επλάγιασεν ερωτικά μ᾽ εκείνην.
Και όπως ορμούσε ο Αχιλλεύς, εμπρός του απ᾽ το ποτάμι
145ο Αστεροπαίος στήθηκε κρατώντας δυο κοντάρια,
ότι τον εγκαρδίωσεν ο Ξάνθος χολωμένος
που τόσους έσφαξ᾽ άπονα στο ρεύμα του ο Πηλείδης·
και οπόταν επροχώρησαν κι εβρέθηκαν αντίκρυ,
πρώτος ομίλησ᾽ ο Αχιλλεύς: «Ποιος είσαι και από ποίον
150ανθρώπων γένος που τολμάς εμπρός μου να προβάλλεις;
Τέκνα γονέων δυστυχών την ρώμην μου αντικρίζουν».
«Πηλείδη μεγαλόψυχε», του αντείπε ο Αστεροπαίος,
«την γενεάν μου τι ερωτάς; Από την Παιονίαν
είμαι την μεγαλόσβωλην την απομακρυσμένη
155και των Παιόνων αρχηγός των μακρολογχοφόρων·
η ενδεκάτη έφεξε αυγή που έφθασα στην Τροίαν,
κατάγομαι απ᾽ τον Αξιόν, πλατύροο ποτάμι,
το ωραιότερο της γης, και ο Πηλεγών υιός του,
περίφημος κονταριστής, εγέννησεν εμένα.
160Και τώρ᾽ ας πολεμήσομε, λαμπρότατε Πηλείδη».
Εις τες φοβέρες σήκωσεν ο θείος Αχιλλέας
την λόγχην και τες δύο του ο Αστεροπαίος ήρως,
ότι του ερχόνταν βολικά και από τα δυο του χέρια.
Με την μιαν λόγχην κτύπησε τον κύκλον της ασπίδος,
165αλλά την κράτησε ο χρυσός, το δώρημα το θείο.
Κι η άλλη λόγχη εχάραξε την δεξιάν αγκάλην,
κι έρευσεν αίμα· επέταξεν επάνω του κι εστάθη
στην γην η λόγχη, πρόθυμη με σάρκα να χορτάσει.
Τότε ο Αχιλλεύς το φράξινον, αλάθευτο κοντάρι
170με φόνου ορμήν ακόντισεν εις τον Αστεροπαίον·
και αντί εκείνου εκτύπησε του ποταμού την όχθην,
και ως εις την μέσην έχωσε το φράξινο κοντάρι
το ξίφος έσυρεν ευθύς κι επάνου του ο Πηλείδης
επήδησεν ακράτητος· κι εκείνος του Αχιλλέως
175το φράξο δεν εδύνατο να βγάλει από την όχθην,
και τρεις το ετίναξε φορές με το βαρύ του χέρι
και τρεις του εκόπ᾽ η δύναμις· κι ενώ να το λυγίσει
και να το σπάσει τέταρτην φοράν ελαχταρούσε,
τον πρόλαβε και την ζωήν τού επήρε με το ξίφος
180στον ομφαλόν κτυπώντας τον· τα έντερά του χάμου
χυθήκαν· τον εσκέπασε στον αγκομαχητό του
θανάτου σκότος και ο Αχιλλεύς πατώντας τον στα στήθη
τον έγδυσε κι εφώναξε: «Μείνε εκεί τώρα ως είσαι.
Ήταν βαρύ με του Διός του μεγαλοδυνάμου,
185αν και ποταμογέννητος, τα τέκνα να παλαίσεις.
Αν από μέγαν ποταμόν εσύ γενοκρατιέσαι,
στην γενεάν καυχώμ᾽ εγώ του υπερτάτου Δία·
ο Αιακίδης γέννησεν εμένα, ο βασιλέας
των Μυρμιδόνων, ο Πηλεύς, τον Αιακόν ο Δίας·
190και ως είναι ο Ζευς των ποταμών, που στα πελάγη ρέουν
ανώτερος, ανώτεροι γεννούντ᾽ οι απόγονοί του.
Μέγαν κοντά σου ποταμόν έχεις και συμβοηθόν σου
αν ημπορούσεν, αλλά ποιος μετριέται με τον Δία;
Που μήτε ο μέγας προς αυτόν συγκρίνεται Αχελώος,
195μήτ᾽ η ορμή του Ωκεανού με το βαθύ του ρεύμα
απ᾽ όπου όλες οι θάλασσες και οι ποταμοί πηγάζουν
και όλες οι βρύσες εις την γην και τα βαθιά πηγάδια·
τρέμει και αυτός τον κεραυνόν του φοβερού Κρονίδου,
όταν βροντά τρομακτικά από τα ουράνια κάτω».