Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (20.340-20.418)


340Ὣς εἰπὼν λίπεν αὐτόθ᾽, ἐπεὶ διεπέφραδε πάντα.
αἶψα δ᾽ ἔπειτ᾽ Ἀχιλῆος ἀπ᾽ ὀφθαλμῶν σκέδασ᾽ ἀχλὺν
θεσπεσίην· ὁ δ᾽ ἔπειτα μέγ᾽ ἔξιδεν ὀφθαλμοῖσιν,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
«ὢ πόποι, ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι·
345 ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
350 ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
ἀλλ᾽ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.»
Ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
«μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε, δῖοι Ἀχαιοί,
355 ἀλλ᾽ ἄγ᾽ ἀνὴρ ἄντ᾽ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
τοσσούσδ᾽ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
οὐδέ κ᾽ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ᾽ Ἀθήνη
τοσσῆσδ᾽ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
360 ἀλλ᾽ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
καὶ σθένει, οὔ μ᾽ ἔτι φημὶ μεθησέμεν οὐδ᾽ ἠβαιόν,
ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν᾽ οἴω
Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.»
Ὣς φάτ᾽ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
365 κέκλεθ᾽ ὁμοκλήσας, φάτο δ᾽ ἴμεναι ἄντ᾽ Ἀχιλῆος·
«Τρῶες ὑπέρθυμοι, μὴ δείδιτε Πηλεΐωνα.
καί κεν ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην·
ἔγχεϊ δ᾽ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
οὐδ᾽ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
370 ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρῳ.»
Ὣς φάτ᾽ ἐποτρύνων, οἱ δ᾽ ἀντίοι ἔγχε᾽ ἄειραν
Τρῶες· τῶν δ᾽ ἄμυδις μίχθη μένος, ὦρτο δ᾽ ἀϋτή.
375 καὶ τότ᾽ ἄρ᾽ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·
«Ἕκτορ, μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
μή πώς σ᾽ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.»
Ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
380 ταρβήσας, ὅτ᾽ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
ἐν δ᾽ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκήν,
σμερδαλέα ἰάχων, πρῶτον δ᾽ ἕλεν Ἰφιτίωνα,
ἐσθλὸν Ὀτρυντεΐδην, πολέων ἡγήτορα λαῶν,
ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
385 Τμώλῳ ὕπο νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ·
τὸν δ᾽ ἰθὺς μεμαῶτα βάλ᾽ ἔγχεϊ δῖος Ἀχιλλεὺς
μέσσην κὰκ κεφαλήν· ἡ δ᾽ ἄνδιχα πᾶσα κεάσθη,
δούπησεν δὲ πεσών, ὁ δ᾽ ἐπεύξατο δῖος Ἀχιλλεύς·
«κεῖσαι, Ὀτρυντεΐδη, πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν·
390 ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ᾽ ἐπὶ λίμνῃ
Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν,
Ὕλλῳ ἐπ᾽ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.»
Ὣς ἔφατ᾽ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
395 πρώτῃ ἐν ὑσμίνῃ· ὁ δ᾽ ἐπ᾽ αὐτῷ Δημολέοντα,
ἐσθλὸν ἀλεξητῆρα μάχης, Ἀντήνορος υἱόν,
νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
οὐδ᾽ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι᾽ αὐτῆς
αἰχμὴ ἱεμένη ῥῆξ᾽ ὀστέον, ἐγκέφαλος δὲ
400 ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
Ἱπποδάμαντα δ᾽ ἔπειτα καθ᾽ ἵππων ἀΐξαντα,
πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρί.
αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
405 κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·
ὣς ἄρα τόν γ᾽ ἐρυγόντα λίπ᾽ ὀστέα θυμὸς ἀγήνωρ·
αὐτὰρ ὁ βῆ σὺν δουρὶ μετ᾽ ἀντίθεον Πολύδωρον
Πριαμίδην. τὸν δ᾽ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
410 καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα·
δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
θῦνε διὰ προμάχων, ἧος φίλον ὤλεσε θυμόν.
τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
415 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
ἀντικρὺ δὲ διέσχε παρ᾽ ὀμφαλὸν ἔγχεος αἰχμή,
γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
κυανέη, προτὶ οἷ δὲ λάβ᾽ ἔντερα χερσὶ λιασθείς.


340Είπε και αυτού τον άφησεν, αφού του εξήγησ᾽ όλα·
και από τα μάτια σκόρπισεν αμέσως του Αχιλλέως
την καταχνιά, και ως άνοιξε πλατιά τους οφθαλμούς του,
έλεγε με παράπονο στην ανδρικήν ψυχήν του:
«Μέγα το θαύμα οπού θωρούν τα μάτια τούτα εμπρός τους·
345την λόγχην βλέπω κατά γης και όχι τον άνδρα πλέον,
που επάνω του την έριξα για να τον θανατώσω.
Ήταν αλήθει᾽ αγαπητός εις τους θεούς ο Αινείας,
κι εστοχαζόμουν ότι αυτός στα ψέματα εκαυχόνταν.
Ας πάει· και αν απ᾽ τον θάνατον πρόθυμα τώρα εσώθη,
350δεύτερα να δοκιμασθεί μ᾽ εμέ δεν θα τολμήσει.
Αλλ᾽ ας κινήσω τον λαόν των Δαναών ανδρείων
εις άλλους Τρώας δοκιμή της λόγχης μου να γίνει».
Είπε, πηδά στα τάγματα και προσταγήν τους δίδει:
«Τους Τρώας πάρτε από σιμά, ω Αχαιοί γενναίοι,
355άνδρας προς άνδρα ορμήσετε, με πόθον του πολέμου.
Κι είναι για με πράγμα βαρύ, όσην και αν έχω ανδρείαν
με τόσα πλήθη μόνος μου την μάχην να κρατήσω·
μήτ᾽ η Αθηνά μήτε ο θεός ο αθάνατος ο Άρης
με τέτοιο στόμα φοβερό πολέμου θα παλαίαν.
360Αλλ᾽ όσον εγώ δύναμαι, με πόδια και με χέρια
και με καρδιά, μηδέ στιγμήν θα οκνήσω στον αγώνα.
Θα διαπερνώ τες φάλαγγες, και όποιος από τους Τρώας
εμπρός στην λόγχην μου ευρεθεί δεν θα χαρεί πιστεύω».
Και ο Έκτωρ πάλιν με κραυγές επρόσταζε τους Τρώας,
365και να σταθούν τους έλεγεν ενάντια του Αχιλλέως:
«Μη, Τρώες γενναιόψυχοι, φοβείσθε τον Πηλείδην·
με λόγια και προς τους θεούς εγώ θα πολεμούσα·
όχι με τ᾽ άρματα, ότι αυτοί πολύ ᾽ναι ανώτεροί μας.
Ούδ᾽ ο Αχιλλεύς τα λόγια του θα κατορθώσει όλα
370και απ᾽ ό,τι ελπίζει κολοβό μέρος πολύ θα μείνει.
Κι εγώ θα πέσω επάνω του και αν πύρινά ᾽χει χέρια,
και αν έχει χέρια πύρινα κι έχει βαφήν σιδήρου».
Και με τις λόγχες σηκωτές προχώρησαν οι Τρώες
κι έσμιξ᾽ η ανδρεία των δυο στρατών μ᾽ αλαλαγμόν και βρόντον,
375και τότε ο Φοίβος σίμωσε τον Έκτορα και του ᾽πε:
«Έκτωρ, μη πλέον προμαχείς εμπρός εις τον Πηλείδην,
αλλά στο πλήθος δέξου τον και απ᾽ όπου βράζ᾽ η μάχη,
μη σ᾽ ακοντίσ᾽ ή από σιμά σε πλήξει με το ξίφος».
Είπε και ο Έκτωρ έστρεψε στες φάλαγγες οπίσω
380ότι, ως ομίλησε ο θεός, του εφόβισε τα στήθη.
Και με κραυγήν, ατρόμητος στους Τρώας ο Πηλείδης
επήδησε κι εκτύπησε τον γόνον του Οτρυντέως
εξαίσιον Ιφιτίωνα, πολλών λαών προστάτην·
νύμφη ναϊάς τον γέννησε του πορθητού πατρός του
385στην πλούσιαν Ύδην κάτωθεν του χιονισμένου Τμώλου
και ως ίσια ορμούσ᾽ ενάντια του τον λόγχισε ο Πηλείδης
στην κεφαλήν κατάμεσα κι εσχίσθη εκείν᾽ εις δύο·
κι επάνω του, όπως βρόντησε, επαίρετ᾽ ο Πηλείδης:
«Κείτεσαι, συ που τρόμαζες τον κόσμον, Οτρυντείδη·
390έχεις εδώ τον θάνατον και στην Γυγαίαν λίμνην
την γενεάν σου, κι είν᾽ εκεί το πατρικό σου κτήμα,
που ο βαθύς Έρμος δέχεται τον ιχθυοφόρον Ύλλον».
Είπε κι εκείνου εσκέπασε τους οφθαλμούς μαυρίλα,
κι οι άμαξες των Αχαιών με τους τροχούς τον κόψαν
395στην πρώτην τάξιν· και ο Αχιλλεύς κτυπά τον πολεμάρχον
ανδρείον Δημολέοντα, του Αντήνορος βλαστάρι
στον μήλιγγα, ανάμεσα στο χάλκινό του κράνος.
Το κράνος δεν εκράτησε το χαλκοφόρο ακόντι,
που εσύντριψε το κόκαλο κι εγέμισ᾽ όλος αίμα
400ο εγκέφαλος· κι ενέκρωσε μ᾽ όσην ορμήν και αν είχε.
Πάλιν τον Ιπποδάμαντα που επήδησε απ᾽ τ᾽ αμάξι
μεσόπλατα τον λόγχισεν ως έφευγεν εμπρός του
και ως ξεψυχούσ᾽ εμούγκριζεν, ως κάνει ταύρος όταν
στου Ελικωνίου τον βωμόν τον σέρνουν παλικάρια,
405και όπως τους βλέπει ο Ποσειδών ευφραίνεται η καρδιά του.
Τόσο εβογγούσε ως έβγαινε η αδάμαστη ψυχή του.
Στον Πριαμίδην έπειτα Πολύδωρον εχύθη·
τούτον από τον πόλεμον εμπόδιζε ο πατέρας,
ότ᾽ ήταν το υστερόγεννο και αγαπητό παιδί του,
410ανεμοπόδης φοβερός και τότε απ᾽ αγνωσιά του
μες στους προμάχους έτρεχε να δείξει πόσο αξίζουν
τα πόδια του, ώσπου έχασε την ποθητήν ζωήν του.
Εκείνον ο πτερόποδος ακόντισε Πηλείδης
στα νώτα εμπρός του ως έφευγε, της ζώνης όπου οι κόμποι
415χρυσοί τον διπλόν θώρακα κλεισμένον εκρατούσαν.
Και η λόγχη αντίκρυ σχίζοντας τον ομφαλόν του εβρήκε·
σκούζοντας εγονάτισε, το φως δεν είδε πλέον
και με τα χέρια τ᾽ άντερα σκυμμένος εβαστούσε.