Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (20.199-20.272)


Τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
200 «Πηλεΐδη, μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.
ἴδμεν δ᾽ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας,
πρόκλυτ᾽ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
205 ὄψει δ᾽ οὔτ᾽ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ᾽ ἄρ᾽ ἐγὼ σούς.
φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
μητρὸς δ᾽ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ᾽ Ἀφροδίτη·
210 τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
σήμερον· οὐ γάρ φημ᾽ ἐπέεσσί γε νηπυτίοισιν
ὧδε διακρινθέντε μάχης ἒξ ἀπονέεσθαι.
εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῇς
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
215 Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων,
ἀλλ᾽ ἔθ᾽ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
Δάρδανος αὖ τέκεθ᾽ υἱὸν Ἐριχθόνιον βασιλῆα,
220 ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
ἵππῳ δ᾽ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
225 αἱ δ᾽ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
αἱ δ᾽ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,
ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
230 Τρῶα δ᾽ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
Τρωὸς δ᾽ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
Ἶλός τ᾽ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
235 κάλλεος εἵνεκα οἷο, ἵν᾽ ἀθανάτοισι μετείη.
Ἶλος δ᾽ αὖ τέκεθ᾽ υἱὸν ἀμύμονα Λαομέδοντα·
Λαομέδων δ᾽ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
Λάμπον τε Κλυτίον θ᾽ Ἱκετάονά τ᾽, ὄζον Ἄρηος·
Ἀσσάρακος δὲ Κάπυν, ὁ δ᾽ ἄρ᾽ Ἀγχίσην τέκε παῖδα·
240 αὐτὰρ ἔμ᾽ Ἀγχίσης, Πρίαμος δὲ τέχ᾽ Ἕκτορα δῖον.
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
Ζεὺς δ᾽ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε,
ὅππως κεν ἐθέλῃσιν· ὁ γὰρ κάρτιστος ἁπάντων.
ἀλλ᾽ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὥς,
245 ἑσταότ᾽ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
πολλὰ μάλ᾽, οὐδ᾽ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
στρεπτὴ δὲ γλῶσσ᾽ ἐστὶ βροτῶν, πολέες δ᾽ ἔνι μῦθοι
παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
250 ὁπποῖόν κ᾽ εἴπῃσθα ἔπος, τοῖόν κ᾽ ἐπακούσαις.
ἀλλὰ τίη ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
νεικεῖν ἀλλήλοισιν ἐναντίον, ὥς τε γυναῖκας,
αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
νεικεῦσ᾽ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι,
255 πόλλ᾽ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
ἀλκῆς δ᾽ οὔ μ᾽ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ᾽ ἄγε θᾶσσον
γευσόμεθ᾽ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.»
Ἦ ῥα, καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος,
260 σμερδαλέῳ· μέγα δ᾽ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο,
νήπιος, οὐδ᾽ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
265 ὡς οὐ ῥηΐδι᾽ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ᾽ ὑποείκειν.
οὐδὲ τότ᾽ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἱ δ᾽ ἄρ᾽ ἔτι τρεῖς
270 ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
τὰς δύο χαλκείας, δύο δ᾽ ἔνδοθι κασσιτέροιο,
τὴν δὲ μίαν χρυσέην, τῇ ῥ᾽ ἔσχετο μείλινον ἔγχος.


Κι είπε ο Αινείας προς αυτόν: «Πηλείδη, μην ελπίσεις
200ωσάν ανήλικο παιδί με λόγια να με σκιάξεις
ότι κι εγώ ξέρω καλά παρόμοια να προφέρω
πειρακτικά πικρότατα· κι εμείς ο ένας τ᾽ άλλου
την γενεάν γνωρίζομεν και τους γονείς ομοίως
από τες φήμες των θνητών, διότι τους δικούς μου
205εσύ δεν είδες μήτ᾽ εγώ ποτ᾽ είδα τους δικούς σου.
Εσένα λέγουν γέννημα του σεβαστού Πηλέως
απ᾽ την θαλάσσιαν Θέτιδα με τες καλές πλεξίδες·
και ότ᾽ είμ᾽ εγώ πάλιν υιός του Αγχίση του γενναίου
καυχώμαι και μητέρα μου την Αφροδίτην έχω.
210Ή τούτ᾽ ή εκείνοι σήμερα θα κλάψουν το παιδί τους·
ότι δεν θα χωρίσομεν, πιστεύω, εμείς οι δύο
με μόνα τα μωρόλογα και αυτού να παύσ᾽ η μάχη.
Και μάθ᾽, εάν το επιθυμείς, καλά να την γνωρίσεις
την ιδικήν μας γενεάν, αν και πολλοί την ξεύρουν·
215πρώτον ο Ζευς τον Δάρδανον εγέννησε και κτίζει
την Δαρδανίαν, πριν εκεί στην πεδιάδα κάμουν
πάλιν οι θνητοί άνθρωποι την Ίλιον την αγίαν
και στες πολύβρυσες πλαγιές της Ίδης κατοικούσαν.
Τον Εριχθόνιον γέννησεν ο Δάρδανος, εκείνον
220τον βασιλέα ξακουστόν για τα πολλά του πλούτη
που τρεις χιλιάδες έβοσκαν στον βάλτον του φοράδες
περήφανες στα τρυφερά πουλάρια που εγεννήσαν.
Και κει που εβόσκαν άναψεν απ᾽ έρωτα ο Βορέας
και, μαύρος ίππος στην μορφήν, εταίριασε μ᾽ εκείνες·
225και δώδεκα εγέννησαν πουλάρια του Βορέα.
Και όταν σκιρτούσαν ελαφρά στην γην την σιτοδότρα
στο στάχυ επάνω έτρεχαν χωρίς να το λυγίσουν·
και όταν εις τα διάπλατα σκιρτούσαν της θαλάσσης
στην κορυφήν του κύματος ξακρίζουν τον αφρόν της.
230Και από τον Εριχθόνιον των Τρώων βασιλέας
ο Τρως γεννήθη και απ᾽ αυτόν τρία λαμπρά βλαστάρια
ο Ίλος, ο Ασσάρακος και ο ισόθεος Γανυμήδης,
που εγεννήθη των θνητών ο πρώτος για το κάλλος,
που τον σηκώσαν οι θεοί για κείνα του τα κάλλη
235να ζει μ᾽ αυτούς αθάνατος και κεραστής του Δία.
Γεννά και ο Ίλος τον λαμπρόν Λαομέδοντα και τούτος
τον Τιθωνόν, τον Πρίαμον, τον Λάμπον, τον Κλυτίον,
ως και τον Ικετάονα κακό του Άρη θρέμμα·
τον Κάπυν ο Ασσάρακος, ο Κάπυς τον Αγχίσην,
240τούτος εμέ και ο Πρίαμος τον Έκτορα τον θείον·
την γενεάν, το αίμ᾽ αυτό καυχώμ᾽ εγώ πως έχω.
Ο Ζευς αυξάνει των θνητών ή κόβει την αξίαν
ως θέλει ο δυνατότατος των αθανάτων όλων·
αλλ᾽ ας μη φλυαρούμ᾽ εμείς σαν νήπια μωρολόγα
245ακίνητ᾽ εδώ μένοντας στην μέσην του πολέμου·
κι εμείς να ειπούμε ονειδισμούς αμέτρητους μπορούμε
που πλοίον εκατόσκαρμο το βάρος δεν σηκώνει·
στρεφτή ᾽ναι η γλώσσα των θνητών και πλήθος ομιλίες
γεννά, κι εδώ κι εκεί πλατύς των λόγων είναι ο τόπος.
250Ώστ᾽ όποιον λόγον και αν ειπείς, όμοιον και συ θ᾽ ακούσεις·
αλλά τι ανάγκην έχομε ν᾽ αντιφιλονικούμεν
εμείς και να μολύνομεν, ως κάμνουν οι γυναίκες
όταν το πείσμα και η χολή μες στην καρδιά τους βράζει
και αντιγλωσσοδέρνονται του δρόμου μες στην μέσην,
255μ᾽ αλήθειες και με ψέματα, ως η χολή τα πλάθει·
και συ την γενναιότητα με λόγια δεν θα κάμεις
να χάσω, ώσπου με τ᾽ άρματα μ᾽ εμέ θα πολεμήσεις.
Κι ευθύς με τα κοντάρια μας τώρ᾽ ας δοκιμασθούμε».
Κι έριξε μες στην φοβερήν ασπίδα το κοντάρι
260το δυνατό κι εβρόντησεν εκείνη από τον κτύπον.
Και από το σώμα του μακράν τον κράτησε ο Πηλείδης
φοβούμενος μην εύκολα την σπάσει πέρα πέρα
του Αινείου το μακρόσκιον κοντάρι του ανδρειωμένου·
και δεν εννόησε ο μωρός ότι τα δοξασμένα
265των θεών δώρ᾽ από θνητούς ευκόλως δε νικούνται,
μηδέ ποσώς υποχωρούν· και τότε την ασπίδα
δεν έσπασε το δυνατό κοντάρι του ανδρειωμένου.
Ότι την φύλαξε ο χρυσός, δώρο του Ηφαίστου θείον·
δυο δίπλες εδιαπέρασεν και τρεις ήσαν ακόμη,
270τι πέντε δίπλες ο χωλός τεχνίτης είχε στρώσει,
δυο χάλκινες και μέσαθε του κασσιτέρου δύο,
μίαν χρυσήν, που εκράτησε το φράξινο κοντάρι.