ΦΙ. ὅρα τὸ χρῆμα, τὰ λόγι᾽ ὡς περαίνεται.
800 ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
κἀν τοῖς προθύροις ἐνοικοδομήσει πᾶς ἀνὴρ
αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
ὥσπερ Ἑκάτειον πανταχοῦ πρὸ τῶν θυρῶν.
805 ΒΔ. ἰδού. τί ἔτ᾽ ἐρεῖς; ὡς ἅπαντ᾽ ἐγὼ φέρω
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
ἁμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρὰ σοὶ κρεμήσετ᾽ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
ΦΙ. σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810 ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
ΒΔ. καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι. ΦΙ. τοῦτ᾽ αὖ δεξιόν.
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι·
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
815 ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ᾽ ἐξηνέγκατε;
ΒΔ. ἵν᾽, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
ᾄδων ἄνωθεν ἐξεγείρῃ σ᾽ οὑτοσί.
ΦΙ. ἓν ἔτι ποθῶ, τὰ δ᾽ ἄλλ᾽ ἀρέσκει μοι. ΒΔ. τὸ τί;
ΦΙ. θἠρῷον εἴ πως ἦν κομίσαι, τὸ τοῦ Λύκου.
820 ΒΔ. πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
ΦΙ. ὦ δέσποθ᾽ ἥρως, ὡς χαλεπὸς ἄρ᾽ ἦσθ᾽ ἰδεῖν.
ΒΔ. οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
ΦΙ. οὔκουν ἔχει γ᾽ οὐδ᾽ αὐτὸς ἥρως ὢν ὅπλα.
ΒΔ. εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
825 ἐκάλουν. ΦΙ. κάλει νυν, ὡς κάθημ᾽ ἐγὼ πάλαι.
ΒΔ. φέρε νυν, τίν᾽ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
τί τις κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν—
ΦΙ. ἐπίσχες, οὗτος· ὡς ὀλίγου μ᾽ ἀπώλεσας.
830 ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
ΒΔ. μὰ τὸν Δί᾽ οὐ πάρεστιν. ΦΙ. ἀλλ᾽ ἐγὼ δραμὼν
αὐτὸς κομιοῦμαι τό γε παραυτίκ᾽ ἔνδοθεν.
ΒΔ. τί ποτε τὸ χρῆμ᾽; ὡς δεινὸν ἡ φιλοχωρία.
|