Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (19.1-19.73)


Ραψωδία Τ


Ἠὼς μὲν κροκόπεπλος ἀπ᾽ Ὠκεανοῖο ῥοάων
ὄρνυθ᾽, ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
ἡ δ᾽ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱόν,
5 κλαίοντα λιγέως· πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
μύρονθ᾽· ἡ δ᾽ ἐν τοῖσι παρίστατο δῖα θεάων,
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«τέκνον ἐμόν, τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
10 τύνη δ᾽ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο,
καλὰ μάλ᾽, οἷ᾽ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.»
Ὣς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε᾽ ἔθηκε
πρόσθεν Ἀχιλλῆος· τὰ δ᾽ ἀνέβραχε δαίδαλα πάντα.
Μυρμιδόνας δ᾽ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
15 ἄντην εἰσιδέειν, ἀλλ᾽ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
ὡς εἶδ᾽, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
τέρπετο δ᾽ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων,
20 αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
«μῆτερ ἐμή, τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ᾽ ἐπιεικὲς
ἔργ᾽ ἔμεν ἀθανάτων, μηδὲ βροτὸν ἄνδρα τελέσσαι.
νῦν δ᾽ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ᾽ αἰνῶς
δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
25 μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν―
ἐκ δ᾽ αἰὼν πέφαται― κατὰ δὲ χρόα πάντα σαπήῃ.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
«τέκνον, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
30 τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα,
μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
αἰεὶ τῷ γ᾽ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
ἀλλὰ σύ γ᾽ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιούς,
35 μῆνιν ἀποειπὼν Ἀγαμέμνονι, ποιμένι λαῶν,
αἶψα μάλ᾽ ἐς πόλεμον θωρήσσεο, δύσεο δ᾽ ἀλκήν.»
Ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
Πατρόκλῳ δ᾽ αὖτ᾽ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
40Αὐτὰρ ὁ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
σμερδαλέα ἰάχων, ὦρσεν δ᾽ ἥρωας Ἀχαιούς.
καί ῥ᾽ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον,
οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν, σίτοιο δοτῆρες,
45 καὶ μὴν οἱ τότε γ᾽ εἰς ἀγορὴν ἴσαν, οὕνεκ᾽ Ἀχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς.
τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε,
Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς,
ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
50 κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
55 τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Ἀτρεΐδη, ἦ ἄρ τι τόδ᾽ ἀμφοτέροισιν ἄρειον
ἔπλετο, σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ
θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
τὴν ὄφελ᾽ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ,
60 ἤματι τῷ ὅτ᾽ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·
τῶ κ᾽ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
δυσμενέων ὑπὸ χερσίν, ἐμεῦ ἀπομηνίσαντος.
Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς
δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
65 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
νῦν δ᾽ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ᾽ ἄγε θᾶσσον
ὄτρυνον πόλεμόνδε κάρη κομόωντας Ἀχαιούς,
70 ὄφρ᾽ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθών,
αἴ κ᾽ ἐθέλωσ᾽ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν᾽ οἴω
ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
δηΐου ἐκ πολέμοιο ὑπ᾽ ἔγχεος ἡμετέροιο.»


Ραψωδία Τ

Μήνιδος ἀπόρρησις.

Άφηνε του Ωκεανού τα βάθ᾽ η ροδισμένη
Ηώς να φέρει των Θεών το φως και των ανθρώπων·
κι έφερ᾽ η Θέτις του θεού τα δώρ᾽ αυτά στα πλοία.
Ήβρε σιμά στον Πάτροκλο τον ποθητόν υιόν της
5πικρά να κλαίει, και πολλοί τριγύρω του εθρηνούσαν
σύντροφοι, κι η ασύγκριτη θεά σιμά τους ήλθε.
Το χέρι του ᾽πιασε σφικτά, προσφώνησέ τον κι είπε:
«Παιδί μου, αυτόν ν᾽ αφήσομε, με όλο μας τον πόνο,
να κείτεται ως τον δάμασε η βουλή των αθανάτων·
10του Ηφαίστου τώρα δέξου εσύ τ᾽ άρματα τα ωραία
που όμοια δεν εφόρεσε κανείς θνητός ακόμη».
Είπε και καθώς έθεσεν εμπρός στον Αχιλλέα
τ᾽ άρματα τα καλότεχνα, κείν᾽ αντηχήσαν όλα.
Οι Μυρμιδόνες τρόμαξαν, κανείς να τ᾽ αντικρίσει
15δεν ετολμούσε κι έφυγαν· και άμα τα είδ᾽ εκείνος
μέσα του εχόχλασε η χολή βαθύτερα και αστράψαν
ωσάν φωτιά τα μάτια του· κι ευφραίνετο να πιάνει
τα ωραία δώρα του θεού και αφού να τα θωράει
τα εξαίσια κείνα θαύματα μες στην ψυχή του ευφράνθη,
20είπε προς τη μητέρα του: «Τ᾽ άρματα, ω μητέρα,
τέτοια τα χάρισε ο θεός, καθώς να είναι αρμόζει
έργα θεών, και οπού θνητός δεν τα κατασκευάζει.
Και τώρα εγώ θ᾽ αρματωθώ· μόνον πολύ φοβούμαι
μήπως εις τον ανδράγαθον υιόν του Μενοιτίου
25στες ανοικτές λαβωματιές αισχρές βοηθήσουν μύγες
και τα σκουλήκια γεννηθούν και τον νεκρόν να φθείρουν,
αφού τον άφησε η ψυχή, και όλο σαπεί το σώμα».
Κι η ασημόποδη θεά σ᾽ εκείνον αποκρίθη:
«Παιδί μου, αυτόν τον στοχασμόν ποσώς μη βάλει ο νους σου.
30Από τες μύγες, άγριες σπορές που κατοτρώγουν
το σκοτωμένο μαχητήν, εγώ θα τον φυλάξω·
κι εάν σταθεί κειτόμενος, όσο να κλείσει ο χρόνος,
άβλαπτο και καλύτερο θα στέκεται το σώμα.
Κάλεσε ωστόσο εις σύνοδον των Αχαιών τους πρώτους
35και βάλε κάτω τον θυμόν που έχεις στον Ατρείδη,
κι ευθύς ρίξου στον πόλεμον και περιζώσου ανδρείαν».
Είπε και τον εγέμισεν ανδραγαθία και θάρρος
και στα ρουθούνια του νεκρού ρόδινο στάζει νέκταρ
και αμβροσίαν, άφθαρτο το σώμα να κρατήσει.
40Και παίρνει την ακρογιαλιάν ο θείος Αχιλλέας
και με κραυγή τρομακτική σηκώνει τους Αργείους.
Και αυτοί που πάντοτ᾽ έμεναν στην περιοχή των πλοίων,
και όσοι τα πλοία κυβερνούν και στρέφουν το πηδάλι,
οι οικονόμοι, οι μοιρασταί του σίτου, ετρέξαν όλοι
45στην σύνοδον που εφάνηκε και πάλιν ο Πηλείδης
που τόσον έλειπε καιρόν απ᾽ τον σκληρόν αγώνα.
Με χωλό πόδι εβάδιζαν του Άρη δυο βλαστάρια,
Τυδείδης ο ανδράγαθος και ο θείος Οδυσσέας,
και ακούμπαν στα κοντάρια τους, ως ήσαν λαβωμένοι,
50και της συνόδου εκάθισαν στες έδρες που ᾽ναι οι πρώτες.
Κατόπιν ήλθεν ύστερος ο μέγας Αγαμέμνων,
είχε κι εκείνος λάβωμα που στον σκληρόν αγώνα
με κονταριά τού άνοιξεν ο Αντηνορίδης Κόων
και ως όλοι ομού συνάχθηκαν οι Αχαιοί, σηκώθη
55στη μέση τους και ομίλησεν ο θείος Αχιλλέας:
«Ατρείδη, τάχα ωφέλησεν εκείνο εμάς τους δύο,
εσέ κι εμέ, ότ᾽ άναψε φαρμακερή διχόνοια
τα σωθικά μας και ο θυμός, εξ αφορμής της κόρης;
Να ᾽χε την σβήσ᾽ η Άρτεμις με βέλος την ημέρα
60που επόρθησα την Λυρνησσόν, και δούλη την επήρα·
τότε δεν θα εδάγκαναν τόσοι Αχαιοί το χώμα
κάτω απ᾽ τες λόγχες των εχθρών, κι ήτ᾽ ο θυμός μου αιτία.
Ο Έκτωρ απ᾽ την έχθραν μας εκέρδισε και οι Τρώες,
αλλ᾽ οι Αχαιοί πολύν καιρόν θαρρώ θα την θυμούνται.
65Αλλ᾽ ό,τι εγίνη αφήνομεν, αν και μας έχει πλήξει
και πρέπει να δαμάσομεν στα στήθη την ψυχή μας.
Παύω εγώ τώρα την χολήν ότι ποσώς δεν πρέπει
θυμόν να τρέφω αιώνιον· συ μην αργείς ωστόσο
στον πόλεμον τους Αχαιούς αμέσως να σηκώσεις·
70ότι τους Τρώας άντικρυ θα δοκιμάσω αν θέλουν
να ξενυκτούν στα πλοία μας· θαρρώ που όσοι προφθάσουν
να φύγουν απ᾽ τη λόγχη μου και απ᾽ τον δεινόν αγώνα
πολλή χαρά θενά αισθανθούν τα γόνατα να κλίνουν».