Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (2.394-2.454)


Ὣς ἔφατ᾽, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ὡς ὅτε κῦμα
395 ἀκτῇ ἐφ᾽ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
προβλῆτι σκοπέλῳ· τὸν δ᾽ οὔ ποτε κύματα λείπει
παντοίων ἀνέμων, ὅτ᾽ ἂν ἔνθ᾽ ἢ ἔνθα γένωνται.
ἀνστάντες δ᾽ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
400 ἄλλος δ᾽ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων,
εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
αὐτὰρ ὁ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
405 Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
αὐτὰρ ἔπειτ᾽ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
ἕκτον δ᾽ αὖτ᾽ Ὀδυσῆα, Διὶ μῆτιν ἀτάλαντον.
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
410 βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
τοῖσιν δ᾽ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
Ζεῦ κύδιστε μέγιστε, κελαινεφές, αἰθέρι ναίων,
μὴ πρὶν ἐπ᾽ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν,
πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
415 αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
χαλκῷ ῥωγαλέον· πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
420 ἀλλ᾽ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ᾽ ἀμέγαρτον ὄφελλεν.
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
425 καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
430 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
«Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
435 μηκέτι νῦν δήθ᾽ αὖθι λεγώμεθα, μηδ᾽ ἔτι δηρὸν
ἀμβαλλώμεθα ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίζει.
ἀλλ᾽ ἄγε, κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
ἡμεῖς δ᾽ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
440 ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν πόλεμόνδε κάρη κομόωντας Ἀχαιούς·
οἱ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.
445 οἱ δ᾽ ἀμφ᾽ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη,
αἰγίδ᾽ ἔχουσ᾽ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
450 σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
ὀτρύνουσ᾽ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
τοῖσι δ᾽ ἄφαρ πόλεμος γλυκίων γένετ᾽ ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.


Είπε και όλοι εβόησαν, καθώς βοά το κύμα
395από του Νότου την ορμήν επάνω σ᾽ ακρωτήρι,
που βγαίνει εμπρός στην θάλασσαν και πάντοτε το δέρνουν
τα κύματ᾽ όπως έρχονται απ᾽ όλους τους ανέμους.
Τα πλήθη τότ᾽ εσκόρπισαν τριγύρω στα καράβια,
φωτιά στες σκηνές άναψαν κι εκάθισαν να φάγουν·
400κι εις έναν από τους θεούς θυσίαζε ο καθένας
κι εύχονταν νά ᾽βγει ζωντανός απ᾽ τον φρικτόν αγώνα·
αλλά βόδι πεντάχρονον ο μέγας Αγαμέμνων
παχύτατο εθυσίασε του φοβερού Κρονίδη,
και των Παναχαιών εκεί τους γέροντας καλούσε
405και πρώτιστα τον Νέστορα και τον Ιδομενέα,
τους δυο κατόπιν Αίαντες, και τον Τυδείδην, κι έκτον
τον Οδυσσέα, πόμοιαζε στην γνώση με τον Δία,
και μόνος αυτοκάλεστος του ήλθεν ο γενναίος
Μενέλαος που εγνώριζε πόσες φροντίδες είχε·
410και αφού στο βόδι ολόγυρα επήραν τα κριθάρια,
άρχισ᾽ ο Ατρείδης την ευχήν: «Υπέρτατε Κρονίδη,
ένδοξε, μαυρονέφελε, εγκάτοικε του αιθέρος,
δώσε πριν πέσει ο ήλιος και το σκοτάδι φθάσει
χάμω στην γην το μέγαρον να ρίξω του Πριάμου
415ασβολωτό και στη φωτιά τες πύλες του να λιώσω,
και τον Εκτόρειον θώρακα με το σπαθί να σχίσω
στα αιματωμένα στήθη του, κι επίστομα στην σκόνη
γύρω του σύντροφοι πολλοί το χώμα να δαγκάσουν».
Είπε, αλλ᾽ ο Δίας την ευχήν δεν έστεργε, κι εδέχθη
420την προσφοράν και δυνατόν του ετοίμαζεν αγώνα·
και αφού τες ευχές έκαμαν κι ερίξαν τα κριθάρια,
τον τράχηλον του εσήκωσαν, το σφάξαν και το γδάραν,
και αφού χωρίσαν τα μεριά με διπλωτό κνισάρι
τα σκέπασαν κι επάνω των ωμά κομμάτια θέσαν·
425και αυτά με σχίζες άφυλλες εκαίαν, και τα σπλάχνα
εσούβλισαν και στην φωτιάν επάνω τα κρατούσαν·
και αφού καήκαν τα μεριά κ εγεύθηκαν τα σπλάχνα
ελιάνισαν τα επίλοιπα, τα επέρασαν στες σούβλες,
και αφού με τέχνην τα ᾽ψησαν απ᾽ την φωτιά τα πήραν.
430Κι άμ᾽ απ᾽ τον κόπον έπαυσαν, κι ετοίμασαν το γεύμα,
έτρωγαν κι όλ᾽ ισόμοιρα χαρήκαν το τραπέζι,
και άμα εφάγαν κι έπϊαν όσ᾽ ήθελε η ψυχή τους,
ο Νέστωρ είπε προς αυτούς: «Ατρείδη βασιλέα,
με ομιλίες τον καιρό μη τρίβομ᾽ εδώ πέρα,
435και ανάγκη είναι ν᾽ αρχίσομε χωρίς αργοπορίαν
το έργον τούτο, που ο θεός μας έδωκε στο χέρι·
και οι κήρυκες των Αχαιών τα χαλκοφόρα πλήθη
ας κράξουν να συναθροισθούν απ᾽ όλα τα καράβια,
κι εμείς ας πάμε όλοι μαζί στο στράτευμα τριγύρω
440στα στήθη των ν᾽ ανάψομεν την λύσσαν του πολέμου».
Αυτά είπεν ο γέροντας, και ο μέγας Αγαμέμνων
τους ψηλοφώνους κήρυκες παράγγειλε να κράξουν
στον πόλεμον των Αχαιών τ᾽ αντρειωμένα πλήθη
και γρήγορα στο κήρυγμα συναθροιζόνταν όλοι.
445Τους διαχωρίζαν με σπουδήν οι βασιλείς οι θείοι
με τον Ατρείδη κι η Αθηνά στην μέσ᾽ η γλαυκομάτα
με ατίμητην, αγέραστην, αθάνατην αιγίδα·
που εκατόν κρόσες γύρω της ολόχρυσες κρεμόνταν,
καλοπλεγμένες κι εκατόν αξίζει βόδια η μία·
450με αυτήν περνούσε ως αστραπή των Αχαιών τα πλήθη
και τ᾽ άναφτε κι εγέμιζε τα στήθη τους ανδρείαν
να μάχονται να πολεμούν και παύσιν να μη θέλουν.
Και αγάπησαν τον πόλεμον καλύτερα ή να γύρουν
με τα βαθιά καράβια τους, στην ποθητήν πατρίδα.