ΠΕ. ἤδη τόδ᾽ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
780 ἀλλ᾽ οὐκ ὀκνεῖν δεῖ· στεῖχ᾽ ἐπ᾽ Ἠλέκτρας ἰὼν
πύλας· κέλευε πάντας ἀσπιδηφόρους
ἵππων τ᾽ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
πέλτας θ᾽ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
785 βάκχαισιν· οὐ γὰρ ἀλλ᾽ ὑπερβάλλει τάδε,
εἰ πρὸς γυναικῶν πεισόμεσθ᾽ ἃ πάσχομεν.
ΔΙ. πείθηι μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
οὔ φημι χρῆναί σ᾽ ὅπλ᾽ ἐπαίρεσθαι θεῶι,
790 ἀλλ᾽ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται
κινοῦντα βάκχας ‹σ᾽› εὐίων ὀρῶν ἄπο.
ΠΕ. οὐ μὴ φρενώσεις μ᾽, ἀλλὰ δέσμιος φυγὼν
σώσηι τόδ᾽; ἤ σοι πάλιν ἀναστρέψω δίκην.
ΔΙ. θύοιμ᾽ ἂν αὐτῶι μᾶλλον ἢ θυμούμενος
795 πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῶι.
ΠΕ. θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
ΔΙ. φεύξεσθε πάντες· καὶ τόδ᾽ αἰσχρόν, ἀσπίδας
θύρσοισι βάκχας ἐκτρέπειν χαλκηλάτους.
800 ΠΕ. ἀπόρωι γε τῶιδε συμπεπλέγμεθα ξένωι,
ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
ΔΙ. ὦ τᾶν, ἔτ᾽ ἔστιν εὖ καταστῆσαι τάδε.
ΠΕ. τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
ΔΙ. ἐγὼ γυναῖκας δεῦρ᾽ ὅπλων ἄξω δίχα.
805 ΠΕ. οἴμοι· τόδ᾽ ἤδη δόλιον ἐς ἐμὲ μηχανᾶι.
ΔΙ. ποῖόν τι, σῶσαί σ᾽ εἰ θέλω τέχναις ἐμαῖς;
ΠΕ. ξυνέθεσθε κοινῆι τάδ᾽, ἵνα βακχεύητ᾽ ἀεί.
ΔΙ. καὶ μὴν ξυνεθέμην τοῦτό γ᾽, ἴσθι, τῶι θεῶι.
ΠΕ. ἐκφέρετέ μοι δεῦρ᾽ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
810 ΔΙ. ἆ·
βούληι σφ᾽ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
ΠΕ. μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
ΔΙ. τί δ᾽ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
ΠΕ. λυπρῶς νιν εἰσίδοιμ᾽ ἂν ἐξωινωμένας.
815 ΔΙ. ὅμως δ᾽ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
ΠΕ. σάφ᾽ ἴσθι, σιγῆι γ᾽ ὑπ᾽ ἐλάταις καθήμενος.
ΔΙ. ἀλλ᾽ ἐξιχνεύσουσίν σε, κἂν ἔλθηις λάθραι.
ΠΕ. ἀλλ᾽ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
ΔΙ. ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῶι;
820 ΠΕ. ἄγ᾽ ὡς τάχιστα· τοῦ χρόνου δέ σοι φθονῶ.
|