Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (18.65-18.147)


65Ὣς ἄρα φωνήσασα λίπε σπέος· αἱ δὲ σὺν αὐτῇ
δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
ῥήγνυτο· ταὶ δ᾽ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο,
ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ᾽ Ἀχιλῆα.
70 τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
«τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
75 ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ᾽ εὔχεο χεῖρας ἀνασχών,
πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
σεῦ ἐπιδευομένους, παθέειν τ᾽ ἀεκήλια ἔργα.»
Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·
80 ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ φίλος ὤλεθ᾽ ἑταῖρος,
Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων,
ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δ᾽ Ἕκτωρ
δῃώσας ἀπέδυσε πελώρια, θαῦμα ἰδέσθαι,
καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
85 ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
αἴθ᾽ ὄφελες σὺ μὲν αὖθι μετ᾽ ἀθανάτῃς ἁλίῃσι
ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
νῦν δ᾽ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις
90 οἴκαδε νοστήσαντ᾽, ἐπεὶ οὐδ᾽ ἐμὲ θυμὸς ἄνωγε
ζώειν οὐδ᾽ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ
πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,
Πατρόκλοιο δ᾽ ἕλωρα Μενοιτιάδεω ἀποτείσῃ.»
Τὸν δ᾽ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·
95 «ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ᾽ ἀγορεύεις·
αὐτίκα γάρ τοι ἔπειτα μεθ᾽ Ἕκτορα πότμος ἑτοῖμος.»
Τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἑταίρῳ
κτεινομένῳ ἐπαμῦναι· ὁ μὲν μάλα τηλόθι πάτρης
100 ἔφθιτ᾽, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
νῦν δ᾽ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ᾽ ἑτάροισι
τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
ἀλλ᾽ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
105 τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
ἐν πολέμῳ· ἀγορῇ δέ τ᾽ ἀμείνονές εἰσι καὶ ἄλλοι.
ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ᾽ ἀνθρώπων ἀπόλοιτο,
καὶ χόλος, ὅς τ᾽ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
110 ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·
ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
νῦν δ᾽ εἶμ᾽, ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω,
115 Ἕκτορα· κῆρα δ᾽ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ᾽ ἀθάνατοι θεοὶ ἄλλοι.
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
120 ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
κείσομ᾽ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
δάκρυ᾽ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
125 γνοῖεν δ᾽ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·
μηδέ μ᾽ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
«ναὶ δὴ ταῦτά γε, τέκνον, ἐτήτυμον οὐ κακόν ἐστι,
τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
130 ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται,
χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι
δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος,
135 πρίν γ᾽ ἐμὲ δεῦρ᾽ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·
ἠῶθεν γὰρ νεῦμαι ἅμ᾽ ἠελίῳ ἀνιόντι
τεύχεα καλὰ φέρουσα παρ᾽ Ἡφαίστοιο ἄνακτος.»
Ὣς ἄρα φωνήσασα πάλιν τράπεθ᾽ υἷος ἑοῖο,
καὶ στρεφθεῖσ᾽ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
140 «ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον,
ὀψόμεναί τε γέρονθ᾽ ἅλιον καὶ δώματα πατρός,
καί οἱ πάντ᾽ ἀγορεύσατ᾽· ἐγὼ δ᾽ ἐς μακρὸν Ὄλυμπον
εἶμι παρ᾽ Ἥφαιστον κλυτοτέχνην, αἴ κ᾽ ἐθέλῃσιν
υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.»
145Ὣς ἔφαθ᾽, αἱ δ᾽ ὑπὸ κῦμα θαλάσσης αὐτίκ᾽ ἔδυσαν·
ἡ δ᾽ αὖτ᾽ Οὔλυμπόνδε θεὰ Θέτις ἀργυρόπεζα
ἤϊεν, ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε᾽ ἐνείκαι.


65Είπε και τ᾽ άντρον άφησε· και οπίσω της οι κόρες
δακρύζοντας, και γύρω τους το κύμα της θαλάσσης
άνοιγε. Και όταν έφθασαν στην κάρπιμην Τρωάδα
όλες αράδ᾽ ανέβαιναν στην άκρην όπου οι πρύμνες
των Μυρμιδόνων στέκονταν σιμά στον Αχιλλέα·
70σ᾽ αυτόν που βαρυστέναζεν ήλθε η θεά μητέρα
και με ψιλό ξεφωνητό, του αγαπητού παιδιού της
την κεφαλήν αγκάλιασε και του ᾽πε δακρυσμένη:
«Τέκνο, τι κλαίεις; Τι καημός τώρα σε ήβρε πάλιν;
Λέγε, μη το ᾽χεις μυστικό· σου ετέλεσεν ο Δίας
75ό,τι απ᾽ αυτόν εζήτησες με σηκωτές αγκάλες,
όλ᾽ οι Αχαιοί με συντριμμόν ν᾽ αποκλεισθούν στες πρύμνες
και όπως φρικτά παθαίνοντας ν᾽ αποζητούν εσένα».
Κι είπε βαρυστενάζοντας ο θείος Αχιλλέας:
«Μητέρα, ναι, τα ετέλεσεν, ως είπες, ο Κρονίδης·
80αλλά πώς να το χαίρομαι; Μου εχάθη ο ποθητός μου
Πάτροκλος, ο υπεράκριβος, ο φίλος της καρδιάς μου.
Ο Έκτωρ μού τον έσφαξε και τ᾽ άρματα του επήρε
θαυμάσια, θεόρατα, που εδώκαν του Πηλέως
δώρον εξαίσιον οι θεοί σ᾽ εκείνην την ημέραν,
85όταν εκείνοι σ᾽ έφεραν σ᾽ ανδρός θνητού την κλίνην.
Αυτού με τες αθάνατες θαλάσσιες να ᾽χες μείνει,
εσύ και να είχεν ο Πηλεύς πάρει θνητήν γυναίκα.
Και αντίς πόνος αιώνιος θα θλίβει την ψυχήν σου
του πεθαμένου τέκνου σου, που δεν θα γύρει πλέον
90στα γονικά να τον δεχθείς· διότι εγώ δεν θέλω
να ζήσω, μες στους ζωντανούς να είμ᾽, εάν ο Έκτωρ
πρώτος από την λόγχην μου δεν ξεψυχήσει εμπρός μου,
και μου πληρώσει την σφαγήν του αγαπητού Πατρόκλου».
Σ᾽ εκείνον τότε απάντησε δακρύζοντας η Θέτις:
95«Και τότε ολιγοήμερος θα είσαι, αγαπητέ μου,
ότ᾽ ύστερ᾽ απ᾽ τον Έκτορα εγγύς σου είναι το τέλος».
Με πόνον είπεν ο Αχιλλεύς: «Στον τόπο ας πεθάνω
αφού μου εμέλλετο βοηθός του φίλου να μη γίνω
εις την σφαγήν του· τώρα αυτός απ᾽ την πατρίδα πέρα
100απέθανε, ζητώντας με στου ολέθρου του την ώραν·
τώρ᾽ αφού δεν θα ξαναϊδεί την ποθητήν πατρίδα
ούδ᾽ έσωσα τον Πάτροκλον κι εκείνους τους συντρόφους
τους άλλους που απ᾽ του Έκτορος την λόγχην απεθάναν,
αλλά στες πρύμνες κάθομαι της γης χαμένο βάρος,
105εγώ των άλλων Αχαιών στον πόλεμον ο πρώτος
αν και στον λόγον από εμέ καλύτερ᾽ είναι και άλλοι.
Απ᾽ τους θεούς κι απ᾽ τους θνητούς να εχάνετο η διχόνοια,
και η χολή που και άνθρωπον με γνώση εξαγριώνει
που μες στα στήθη χύνεται γλυκιά και μελωμένη
110και ως μαύρος έπειτα καπνός ξεσπά και μεγαλώνει,
καθώς εμένα εχόλωσεν ο μέγας Αγαμέμνων.
Αλλ᾽ ό,τι εγίνη αφήνομεν αν και αδικημένοι
και την ψυχήν στα στήθη μας δαμάζομ᾽ εξ ανάγκης·
και τώρα του Πατρόκλου μου θα φθάσω τον φονέα
115τον Έκτορα. Και θα δεχθώ την μοίρα του θανάτου,
όταν οι αθάνατοι θεοί και ο Ζευς μού την διορίσουν.
Ότι ούδ᾽ ο μέγας Ηρακλής εξέφυγε την μοίραν,
που ήταν υπεράκριβος υιός του υψίστου Δία·
αλλά της Ήρας η οργή τον δάμασε και η μοίρα.
120Και αν είναι τέτοια η μοίρα μου κι εγώ θενά ησυχάσω
όταν πεθάνω, αλλ᾽ όνομα λαμπρόν ας πάρω τώρα,
αν κάμω τες βαθύζωνες μητέρες εις την Τροίαν
ν᾽ αναστενάξουν θλιβερά και με τα δυο τους χέρια
εις τ᾽ απαλά τους μάγουλα τα δάκρυα να σφογγίζουν.
125Και ότι αρκετά απ᾽ τον πόλεμον ησύχασ᾽ ας γνωρίσουν·
μη με κρατείς, μητέρα μου, κι εγώ θα πολεμήσω».
Κι η ασημόποδη θεά του απάντησεν η Θέτις:
«Παιδί μου ομίλησες ορθά· καλόν είναι τους φίλους
να βοηθάς, αν συμφορά κακή τους παραστέκει·
130πλην τα καλά σου άρματα τώρα κρατούν οι Τρώες
τα χάλκινα τ᾽ αστραφτερά· και ο λοφοσείστης Έκτωρ
επαίρεται που τα φορεί και δεν γνωρίζω πόσο
ολίγο ακόμη θα χαρεί· κι είναι σιμά του η μοίρα.
Αλλά συ ακόμη μην εμπείς στου Άρη τον αγώνα,
135ως να με ιδούν τα μάτια σου εδώ να γύρ᾽ οπίσω·
κι αύριο τα χαράματα θα έλθω εδώ να φέρω
άρματ᾽ από τον Ήφαιστον θεοτικά πλασμένα».
Με αυτόν τον λόγον άφησε το δοξαστό παιδί της
και στες θαλάσσιες αδελφές εστράφη και τες είπε:
140«Σεις κατεβείτε στους βυθούς της θάλασσας να ιδείτε
τον γέροντα πατέρα μου και όλ᾽ από σας να μάθει·
και ωστόσο εγώ θε ν᾽ ανεβώ στες κορυφές του Ολύμπου
να έβρω εκεί τον Ήφαιστον, τον ένδοξο τεχνίτην,
ίσως λαμπρ᾽ άρματα καλά χαρίσω του παιδιού μου».
145Είπε και αυτές εβύθισαν στο κύμα της θαλάσσης.
Κι η ασημόποδη θεά, στον Όλυμπον η Θέτις
ανέβη, άρματα λαμπρά να φέρει του παιδιού της.