Χ. ΓΕ. ταῦτ᾽ οὖν οὐχ ὕβρις τὰ πράγματ᾽ [στρ.]
ἐστὶ πολλή; κἀπιδώσειν
660μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
ἀλλ᾽ ἀμυντέον τὸ πρᾶγμ᾽ ὅστις γ᾽ ἐνόρχης ἔστ᾽ ἀνήρ.
ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐκδυώμεθ᾽, ὡς τὸν ἄνδρα δεῖ
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ᾽ οὐκ ἐντεθριῶσθαι πρέπει.
ἀλλ᾽ ἄγετε λευκόποδες, οἵπερ ἐπὶ
665Λειψύδριον ἤλθομεν ὅτ᾽ ἦμεν ἔτι,
νῦν δεῖ, νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
670πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσ᾽ ἔτι
675ναυμαχεῖν καὶ πλεῖν ἐφ᾽ ἡμᾶς, ὥσπερ Ἀρτεμισία.
ἢν δ᾽ ἐφ᾽ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας·
ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
κοὐκ ἂν ἀπολίσθοι τρέχοντος. τὰς Ἀμαζόνας σκόπει,
ἃς Μίκων ἔγραψ᾽ ἐφ᾽ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
680ἀλλὰ τούτων χρῆν ἁπασῶν εἰς τετρημένον ξύλον
ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
Χ. ΓΥ. εἰ νὴ τὼ θεώ με ζωπυ- [ἀντ.]
ρήσεις, λύσω τὴν ἐμαυτῆς
ὗν ἐγὼ δή, καὶ ποήσω
685τήμερον τοὺς δημότας βωστρεῖν σ᾽ ἐγὼ πεκτούμενον.
ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες, θᾶττον ἐκδυώμεθα,
ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
νῦν πρὸς ἔμ᾽ ἴτω τις, ἵνα μήποτε φά-
690γῃ σκόροδα, μηδὲ κυάμους μέλανας.
ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, —ὑπερχολῶ γάρ, —
695αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
οὐ γὰρ ὑμῶν φροντίσαιμ᾽ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
οὐ γὰρ ἔσται δύναμις, οὐδ᾽ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
ὅστις, ὦ δύστην᾽, ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
700ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
ταῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσ᾽ ἐκ τῶν γειτόνων,
παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν,
οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
705τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
|