Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (17.288-17.365)


Ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱός,
Ἱππόθοος, ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην,
290 δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας,
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ᾽ αὐτῷ
ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
τὸν δ᾽ υἱὸς Τελαμῶνος ἐπαΐξας δι᾽ ὁμίλου
πλῆξ᾽ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
295 ἤρικε δ᾽ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ,
πληγεῖσ᾽ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
ἐγκέφαλος δὲ παρ᾽ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
αἱματόεις· τοῦ δ᾽ αὖθι λύθη μένος, ἐκ δ᾽ ἄρα χειρῶν
Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
300 κεῖσθαι· ὁ δ᾽ ἄγχ᾽ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ,
τῆλ᾽ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ᾽ ὑπ᾽ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
Ἕκτωρ δ᾽ αὖτ᾽ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
305 ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
τυτθόν· ὁ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν,
Φωκήων ὄχ᾽ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
οἰκία ναιετάασκε πολέσσ᾽ ἄνδρεσσιν ἀνάσσων,
τὸν βάλ᾽ ὑπὸ κληῗδα μέσην· διὰ δ᾽ ἀμπερὲς ἄκρη
310 αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Αἴας δ᾽ αὖ Φόρκυνα, δαΐφρονα Φαίνοπος υἱόν,
Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ᾽ ἔντερα χαλκὸς
315 ἤφυσ᾽· ὁ δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
Φόρκυν θ᾽ Ἱππόθοόν τε, λύοντο δὲ τεύχε᾽ ἀπ᾽ ὤμων.
Ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
320 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ᾽ αὐτὸς Ἀπόλλων
Αἰνείαν ὄτρυνε, δέμας Περίφαντι ἐοικώς,
κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
325 κηρύσσων γήρασκε, φίλα φρεσὶ μήδεα εἰδώς·
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
«Αἰνεία, πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
330 πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·
ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι
νίκην· ἀλλ᾽ αὐτοὶ τρεῖτ᾽ ἄσπετον οὐδὲ μάχεσθε.»
Ὣς ἔφατ᾽, Αἰνείας δ᾽ ἑκατηβόλον Ἀπόλλωνα
ἔγνω ἐσάντα ἰδών, μέγα δ᾽ Ἕκτορα εἶπε βοήσας·
335 «Ἕκτορ τ᾽ ἠδ᾽ ἄλλοι Τρώων ἀγοὶ ἠδ᾽ ἐπικούρων,
αἰδὼς μὲν νῦν ἥδε γ᾽ ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
ἀλλ᾽ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
Ζῆν᾽ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·
340 τῶ ῥ᾽ ἰθὺς Δαναῶν ἴομεν, μηδ᾽ οἵ γε ἕκηλοι
Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.»
Ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·
οἱ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
ἔνθ᾽ αὖτ᾽ Αἰνείας Λειώκριτον οὔτασε δουρί,
345 υἱὸν Ἀρίσβαντος, Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
τὸν δὲ πεσόντ᾽ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλεν Ἱππασίδην Ἀπισάονα, ποιμένα λαῶν,
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσεν,
350 ὅς ῥ᾽ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,
καὶ δὲ μετ᾽ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
Τὸν δὲ πεσόντ᾽ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,
ἴθυσεν δὲ καὶ ὁ πρόφρων Δαναοῖσι μάχεσθαι·
ἀλλ᾽ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ
355 ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ᾽ ἔχοντο.
Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·
οὔτε τιν᾽ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
οὔτε τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
ἀλλὰ μάλ᾽ ἀμφ᾽ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
360 ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
δεύετο πορφυρέῳ, τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον
νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
καὶ Δαναῶν· οὐδ᾽ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
365 ἀλλήλοις ἀν᾽ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.


Κι εκεί του Λήθου Πελασγού το δοξασμένο αγόρι
ο Ιππόθοος τον ποδόσερνε, στον δυνατόν αγώνα,
290από τα νεύρα με λουρί δεμένον εις την φτέρναν,
των Τρώων και του Έκτορος προς χάριν, αλλ᾽ εκείνος
έπαθεν, ουδέ πρόφθασε κανένας να τον σώσει.
Τούτον ο Τελαμώνιος, ορμώντας μες στο πλήθος,
αντίκρισε κι εκτύπησε στην περικεφαλαία·
295από την λόγχην έσκασε το φουντωμένο κράνος,
ότι το χέρ᾽ ήταν βαρύ και μέγα το κοντάρι,
και απ᾽ την πληγήν ο εγκέφαλος πετάχθη στο στελιάρι
αιματωμένος· νέκρωσαν τα μέλη του και αφήκε
από τα χέρια του στην γην το πόδι του Πατρόκλου·
300κι επίστομ᾽ έπεσε νεκρός εις του νεκρού το πλάγι
από την Λάρισαν μακράν, και τους γλυκούς γονείς του
δεν αντιγεροκόμησεν, ότ᾽ η ζωή του εκόπη
απ᾽ του μεγάλου Αίαντος το δυνατό κοντάρι·
Ο Έκτωρ τότε ακόντισε στον Αίαντα με λόγχην.
305Τον είδε αυτός κι εξέφυγε το χάλκινο κοντάρι·
και τον Σχεδίον, γέννημα του ανδρειωμένου Ιφίτου,
μες στους Φωκείς ασύγκριτον, που στην λαμπράν Πανόπην
εκατοικούσ᾽ εκεί πολλών ανθρώπων βασιλέας,
ο Έκτωρ τον εκτύπησε στην κλείδωσιν και η λόγχη
310κάτω απ᾽ τον ώμον πέρασε· κι επάνω του εβροντήσαν
τ᾽ άρματα καθώς έπεσε. Και ο Αίας τον ανδρείον
Φόρκυν᾽ υιόν του Φαίνοπος, που εστήθη εμπρός στο σώμα
του Ιπποθόου, κτύπησε στην μέσην της κοιλίας,
του έσπασε τον θώρακα και του ᾽φαγεν η λόγχη
315τ᾽ άντερα· κι έπεσεν αυτού κι εφούκτωσε το χώμα.
Κι επόδισαν οι πρόμαχοι και ο λαμπροφόρος Έκτωρ·
κραυγήν σηκώσαν οι Αχαιοί και τους νεκρούς εσύραν
Ιππόθοον και Φόρκυνα και τους εξεγυμνώναν.
Και τότε απ· την σφοδρήν ορμήν των Αχαιών οι Τρώες
320στην Ίλιον θ· ανέβαιναν ανάνδρως συντριμμένοι
κι οι Αργείοι θα εδοξάζονταν χωρίς να θέλει ο Δίας
με μόνην τους την δύναμιν· αλλ᾽ ήλθ᾽ ο ίδιος Φοίβος
προς τον Αινείαν και όμοιαζε τον κήρυκα Ηπυτίδην
Περίφαντα, που εγέραζε στο έργον του πλησίον
325του γέρου Αγχίση, παλαιός καλοθελήτης φίλος.
Σ᾽ αυτόν ομοιώθη κι έλεγεν ο Φοίβος στον Αινείαν:
«Αινεία, πώς θα εσώζετε τους πύργους της Ιλίου
εσείς κι ενάντια των θεών; Άλλους εγνώρισ᾽ άνδρες
στην δύναμίν τους να θαρρούν, και στην ανδρειά τους μόνον
330και στον δικόν τους τον λαόν ολίγον και γενναίον.
Τώρα οπού ο Ζευς μάς προτιμά και νίκην μας χαρίζει
εσείς ανάνδρως φεύγετε, δεν θέλετε την μάχην».
Και ο Αινείας καλογνώρισε τον Φοίβον ως τον είδε
στην όψιν και του Έκτορος εφώναξε μεγάλως:
335«Έκτωρ, κι οι επίλοιποι αρχηγοί των βοηθών και Τρώων,
μεγάλη τούτ᾽ είν᾽ εντροπή στην Ίλιον ν᾽ ανεβούμε
απ᾽ την ορμήν των Αχαιών ανάνδρως συντριμμένοι.
Αλλ᾽ εμέ κάποιος των θεών εσίμωσε και είπε,
ότι βοηθόν μας έχομεν τον ύψιστον Κρονίδην·
340εμπρός λοιπόν στους Δαναούς, αφρόντιστοι μη φέρουν
εκείνοι προς τα πλοία τους το σώμα του Πατρόκλου».
Και των προμάχων πολύ εμπρός πετάχθηκε κι εστάθη·
κι οι Τρώες ετινάχθηκαν ενάντια στους Αργείους.
Ο Αινείας τον Λειώκριτον του Αρίσβαντος με λόγχην
345ελάβωσε, τον σύντροφον λαμπρόν του Λυκομήδου.
Ελύπησεν ο φόνος του τον θείον Λυκομήδην
κι εσίμωσε κι εστήθη αυτού και ακόντισε την λόγχην
στο σκώτι του Απισάονος, μεγάλου πολεμάρχου,
του Ιππασίδη, και νεκρόν τον κύλησε στο χώμα.
350Από την μεγαλόστηλην είχ᾽ έλθει Παιονίαν
μαχητής πρώτος, δεύτερος απ᾽ τον Αστεροπαίον.
Και τούτος για τον θάνατον θλιμμένος του συντρόφου,
όρμησε προς τους Αχαιούς, αλλά δεν είχε τόπον
να σπάσει, εκεί που ολόφρακτοι με λόγχες σηκωμένες
355και ασπίδες, κύκλον έκαναν στον Πάτροκλον τριγύρω,
όπως ο Αίας πανταχού καθέναν οδηγούσε
μήτ᾽ εξοπίσω του νεκρού κανείς να μη ποδίσει,
μήτε κανείς να προμαχεί εμπρός από τον άλλον,
αλλ᾽ όλοι γύρω εις τον νεκρόν σφικτά να πολεμήσουν.
360Αυτά ᾽λεγε ο θεόρατος ο Αίας και το χώμα
έβαψεν αίμα, ως έπεφταν άνδρες πολλοί των Τρώων
και των γενναίων βοηθών και ακόμη των Αργείων
ότι αιματώνονταν και αυτοί εις την μάχην και αποθαίναν,
αλλά πολύ ολιγότερον, τ᾽ είχε καθείς στον νουν του
365απ᾽ την σφαγήν τον σύντροφον στην μάχην να φυλάξει.