Χ. ΓΕ. οὐκέτ᾽ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ᾽ ἐλεύθερος. [στρ.]
615ἀλλ᾽ ἐπαποδυώμεθ᾽, ὦνδρες, τουτῳὶ τῷ πράγματι.
ἤδη γὰρ ὄζει ταδὶ πλειόνων
καὶ μειζόνων πραγμάτων μοι δοκεῖ,
καὶ μάλιστ᾽ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
620καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
δεῦρο συνεληλυθότες ἄνδρες εἰς Κλεισθένους
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπάρωσιν δόλῳ
καταλαβεῖν τὰ χρήμαθ᾽ ἡμῶν τόν τε μισθόν,
625ἔνθεν ἔζων ἐγώ.
δεινὰ γάρ τοι τάσδε γ᾽ ἤδη τοὺς πολίτας νουθετεῖν,
καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
630ἀλλὰ ταῦθ᾽ ὕφηναν ἡμῖν, ὦνδρες, ἐπὶ τυραννίδι.
ἀλλ᾽ ἐμοῦ μὲν οὐ τυραννεύσουσ᾽, ἐπεὶ φυλάξομαι
καὶ «φορήσω τὸ ξίφος» τὸ λοιπὸν «ἐν μύρτου κλαδί,»
ἀγοράσω τ᾽ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
ὧδέ θ᾽ ἑστήξω παρ᾽ αὐτόν· αὐτὸ γάρ μοι γίγνεται
635τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
Χ. ΓΥ. οὐκ ἄρ᾽ εἰσιόντα σ᾽ οἴκαδ᾽ ἡ τεκοῦσα γνώσεται. [ἀντ.]
ἀλλὰ θώμεσθ᾽, ὦ φίλαι γρᾶες, ταδὶ πρῶτον χαμαί.
ἡμεῖς γάρ, ὦ πάντες ἀστοί, λόγων
κατάρχομεν τῇ πόλει χρησίμων·
640εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με·
ἑπτὰ μὲν ἔτη γεγῶσ᾽ εὐθὺς ἠρρηφόρουν·
εἶτ᾽ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
645κᾆτ᾽ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·
κἀκανηφόρουν ποτ᾽ οὖσα παῖς καλὴ ᾽χουσ᾽
ἰσχάδων ὁρμαθόν.
ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
εἰ δ᾽ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
650ἢν ἀμείνω γ᾽ εἰσενέγκω τῶν παρόντων πραγμάτων.
τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας εἰσφέρω.
τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ᾽ ὑμῖν, ἐπεὶ
τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
εἶτ᾽ ἀναλώσαντες οὐκ ἀντεισφέρετε τὰς εἰσφοράς,
655ἀλλ᾽ ὑφ᾽ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.
ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
τῷδέ σ᾽ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
|