465 (ΔΗ.) Μοσχίων, ἔα μ᾽, ἔα με, Μοσχίων· τρίτον λέγω
τουτογί· πάντ᾽ οἶδα. (ΜΟ.) ποῖα πάντα; (ΔΗ.) μή μοι διαλέγου.
(ΜΟ.) ἀλλ᾽ ἀνάγκη, πάτερ. (ΔΗ.) ἀνάγκη; τῶν ἐμῶν οὐ κύριος
ἔσομ᾽ ἐγώ; (ΜΟ.) ταύτην ἐμοὶ δὸς τὴν χάριν. (ΔΗ.) ποίαν χάριν;
οἷον ἀξιοῖς μ᾽ ἀπελθεῖν αὐτὸν ἐκ τῆς οἰκίας
470 καταλιπόνθ᾽ ὑμᾶς δύ᾽ ὄντας; τοὺς γάμους ἔα ποεῖν,
τοὺς γάμους ἔα με ποιεῖν, ἂν ἔχῃς νοῦν. (ΜΟ.) ἀλλ᾽ ἐῶ·
βούλομαι δὲ συμπαρεῖναι Χρυσίδ᾽ ‹ἡμῖν›. (ΔΗ.) Χρυσίδα;
(ΜΟ.) ἕνεκα σοῦ σπεύδω μάλιστα τοῦτο. (ΔΗ.) ταῦτ᾽ οὐ γνώριμα,
οὐ σαφῆ; μαρτύρομαί σε, Λοξία, συνόμνυται
475 τοῖς ἐμοῖς ἐχθροῖς τις, οἴμοι, καὶ διαρραγήσομαι.
(ΜΟ.) τί δὲ λέγεις; (ΔΗ.) βούλει φράσω σοι; (ΜΟ.) πάνυ γε. (ΔΗ.) δεῦρο δή. (ΜΟ.) λέγε.
(ΔΗ.) ἀλλ᾽ ἐγώ. τὸ παιδίον σόν ἐστιν, οἶδ᾽, ἀκήκοα
τοῦ συνειδότος τὰ κρυπτὰ Παρμένοντος· ὥστε μὴ
πρὸς ἐμὲ παῖζ᾽. (ΜΟ.) ἔπειτά σ᾽ ἀδικεῖ Χρυσίς, εἰ τοῦτ᾽ ἔστ᾽ ἐμόν;
480 (ΔΗ.) ἀλλὰ τίς σύ; (ΜΟ.) τί γὰρ ἐκείνη γέγονεν αἰτία; (ΔΗ.) τί φῄς;
(ΜΟ.) οὐδέν. (ΔΗ.) ἐνθυμεῖσθε; (ΜΟ.) τί βοᾷς; (ΔΗ.) ὅ τι βοῶ, κάθαρμα σύ;
τοῦτ᾽ ἐρωτᾷς; εἰς σεαυτὸν ἀναδέχει τὴν αἰτίαν,
εἰπέ μοι, καὶ τοῦτο τολμᾷς ἐμβλέπων ἐμοὶ λέγειν;
παντελῶς οὕτως ἀπεγνωκώς με τυγχάνεις; (ΜΟ.) ἐγώ;
485 διὰ τί; (ΔΗ.) διὰ τί, φῄς; ἐρωτᾶν δ᾽ ἀξιοῖς; (ΜΟ.) τὸ πρᾶγμα γάρ
ἐστιν οὐ πάνδεινον, ἀλλὰ μυρίοι δήπου, πάτερ,
τοῦτο πεποήκασιν. (ΔΗ.) ὦ Ζεῦ, τοῦ θράσους. ἐναντίον
δή σ᾽ ἐρωτῶ τῶν παρόντων· ἐκ τίνος τὸ παιδίον
ἐστί σοι; Νικηράτῳ τοῦτ᾽ εἶπον, εἰ μή σοι δοκεῖ
490 δεινὸν ‹εἶναι›. (ΜΟ.) νὴ Δί᾽, ἀλλὰ δεινὸν οὕτω γίγνεται
τοῦτο πρὸς τοῦτον λέγειν με· χαλεπανεῖ γὰρ πυθόμενος.
|