Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (16.477-16.547)


Ἔνθ᾽ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,
Πατρόκλου δ᾽ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ᾽ ἀκωκὴ
ἔγχεος, οὐδ᾽ ἔβαλ᾽ αὐτόν· ὁ δ᾽ ὕστερος ὄρνυτο χαλκῷ
480 Πάτροκλος· τοῦ δ᾽ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
ἀλλ᾽ ἔβαλ᾽ ἔνθ᾽ ἄρα τε φρένες ἔρχαται ἀμφ᾽ ἁδινὸν κῆρ.
ἤριπε δ᾽ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωΐς,
ἠὲ πίτυς βλωθρή, τήν τ᾽ οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
485 ὣς ὁ πρόσθ᾽ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς,
βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης.
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθών,
αἴθωνα μεγάθυμον, ἐν εἰλιπόδεσσι βόεσσι,
ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
490 ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
κτεινόμενος μενέαινε, φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον·
«Γλαῦκε πέπον, πολεμιστὰ μετ᾽ ἀνδράσι, νῦν σε μάλα χρὴ
αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
495 πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας,
πάντῃ ἐποιχόμενος, Σαρπηδόνος ἀμφιμάχεσθαι·
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ᾽ Ἀχαιοὶ
500 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
ἀλλ᾽ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.»
Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
ὀφθαλμοὺς ῥῖνάς θ᾽· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων
ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·
505 τοῖο δ᾽ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ᾽ αἰχμήν.
Μυρμιδόνες δ᾽ αὐτοῦ σχέθον ἵππους φυσιόωντας,
ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ᾽ ἀνάκτων.
Γλαύκῳ δ᾽ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·
ὠρίνθη δέ οἱ ἦτορ, ὅ τ᾽ οὐ δύνατο προσαμῦναι.
510 χειρὶ δ᾽ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
εὐχόμενος δ᾽ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·
«κλῦθι, ἄναξ, ὅς που Λυκίης ἐν πίονι δήμῳ
515 εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσ᾽ ἀκούειν
ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ᾽ αὐτοῦ·
520 ἔγχος δ᾽ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι
ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ᾽ ὤριστος ὄλωλε,
Σαρπηδών, Διὸς υἱός· ὁ δ᾽ οὐδ᾽ οὗ παιδὸς ἀμύνει.
ἀλλὰ σύ πέρ μοι, ἄναξ, τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
κοίμησον δ᾽ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ᾽ ἑτάροισι
525 κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
αὐτός τ᾽ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.»
Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων.
αὐτίκα παῦσ᾽ ὀδύνας, ἀπὸ δ᾽ ἕλκεος ἀργαλέοιο
αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
530 Γλαῦκος δ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε,
ὅττι οἱ ὦκ᾽ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας,
πάντῃ ἐποιχόμενος, Σαρπηδόνος ἀμφιμάχεσθαι·
αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων,
535 Πουλυδάμαντ᾽ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
βῆ δὲ μετ᾽ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
«Ἕκτορ, νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
540 θυμὸν ἀποφθινύθουσι· σὺ δ᾽ οὐκ ἐθέλεις ἐπαμύνειν.
κεῖται Σαρπηδών, Λυκίων ἀγὸς ἀσπιστάων,
ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
τὸν δ᾽ ὑπὸ Πατρόκλῳ δάμασ᾽ ἔγχεϊ χάλκεος Ἄρης.
ἀλλά, φίλοι, πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,
545 μὴ ἀπὸ τεύχε᾽ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν
Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.»


Και πάλιν ρίχνει ο Σαρπηδών χαμένα το κοντάρι
και του Πατρόκλου εξάκρισεν αριστερά τον ώμον
η λόγχη· δεν τον λάβωσε· κατόπι με κοντάρι
480ακόντισεν ο Πάτροκλος, αλλ᾽ όχι αυτός χαμένα,
αλλ᾽ όπου το διάφραγμα συνέχει την καρδίαν·
κι έπεσεν όπως πέφτει δρυς ή λεύκα ή φουντωμένος
υψηλός πεύκος, πόκοψαν τεχνίτες εις τα όρη
με αξίνες νεοτρόχιστες, μ᾽ αυτό να στήσουν πλοίον.
485Όμοια ξαπλώθη αυτός εμπρός εις το ζεμένο αμάξι
με βογγητό κι εφούκτωσε το αιματωμένο χώμα.
Και ως ταύρος μεγαλόψυχος, λεοντάρι αν τον ξεσχίζει
με τα φρικτά σιαγόνια του, μέσα εις βοδιών αγέλην
μούγγρισμα βγάζει ως ξεψυχά· παρόμοια των Λυκίων
490ο αρχηγός, που φόνευεν η λόγχη του Πατρόκλου,
φυσομανούσε κι έκραζε κατ᾽ όνομα τον φίλον:
«Γλυκέ μου Γλαύκε, ανίκητε μες στους ανδρειωμένους,
ώρα είναι τούτη να φανείς πολεμιστής γενναίος,
τώρα με πόθον ν᾽ ακουσθείς τον τρόμον του πολέμου.
495Και των Λυκίων πρώτα ειπέ στους πρώτους πολεμάρχους
εδώ στον Σαρπηδόνα εμπρός την λόγχην να προβάλλουν,
με το κοντάρι σου και συ πολέμα να με σώσεις.
Αισχύνη και όνειδος για σε θα είμαι επί ζωής σου,
αν αφού έπεσα νεκρός κατά τα κοίλα πλοία
500μου πάρουν τ᾽ άρματα οι Αχαιοί· αλλ᾽ ανδρειέψου, φίλε,
και όλα τα πλήθη εμψύχωσε». Τα μάτια εκεί του κλείει
και τα ρουθούνια ο θάνατος· πατώντας τον στο στήθος
μαζί μ᾽ όλους τους πνεύμονας την λόγχην ανασπάει,
την άκρην έπειτα τραβά και αντάμα η ψυχή του.
505Και οι Μυρμιδόνες κράτησαν τους ίππους που εφυσούσαν
να φύγουν αφού ερήμωσε τ᾽ αμάξι των κυρίων.
Και ο Γλαύκος ως τον άκουσεν εράισε η καρδιά του
του πόνου ότι δεν δύνονταν να δράμει βοηθός του
κι έπιανε τον βραχίονα σφικτά με την παλάμην,
510ότι τον έκοφτε η πληγή που ο Τεύκρος με κοντάρι
του είχε κάμει την στιγμήν οπού στο μέγα τείχος
ορμούσε από τον όλεθρον να σώσει τους συντρόφους·
κι ευχήν του Φοίβου επρόφερε: «Θεέ, συνάκουσέ με,
στην Τροίαν είσαι ή στον λαόν της κάρπιμης Λυκίας·
515ότι συ δύνασαι παντού ν᾽ ακούσεις τους θλιμμένους,
κι εμένα τώρα φοβερό με καταθλίβει πάθος.
Βαρείαν έχω εδώ πληγήν, δριμείς μού κόφτουν πόνοι
το χέρι τούτ᾽ ολόβολο, το αίμα δεν στερεύει,
και ως πέφτει κάτω η πλάτη μου, δεν δύναμαι την λόγχην
520να την κρατήσω ασάλευτην, ουδέ να πολεμήσω.
Και άνδρας εχάθη ασύγκριτος, ο Σαρπηδών, ο γόνος
του Δία, που αβοήθητο και το παιδί του αφήνει.
Αλλά συ κλείσε, κύριε, την φοβερήν πληγήν μου,
τους πόνους καταπράυνε και συ δυνάμωσέ με
525και εις τον αγώνα θαρρετά να σπρώξω τους Λυκίους
κι εγώ τον φίλον τον νεκρόν να σώσω πολεμώντας».
Ευχήθηκε, και την ευχήν εισάκουσεν ο Φοίβος.
Κι ευθύς τους πόνους έπαυσε και απ᾽ την πληγήν το αίμα
σταμάτησε και δύναμιν του έβαλε στα στήθη.
530Το αισθάνθη ο Γλαύκος με χαράν που την ευχήν του ο μέγας
θεός εισάκουσεν ευθύς και γύρω των Λυκίων
τους πολεμάρχους φώναξε να ᾽λθουν να υπερμαχήσουν
στου Σαρπηδόνος τον νεκρόν· κατόπιν εις τους Τρώας
μακροπατώντας έφθασεν εκεί που ο Πολυδάμας
535ο Πανθοΐδης έστεκε και ο θεϊκός Αγήνωρ,
ο Αινείας με τον Έκτορα και προς εκείνους είπε:
«Ω Έκτωρ, ελησμόνησες καθόλου τους συμμάχους,
που ήλθαν εδώ γι᾽ αγάπην σου και την ζωήν τους φθείρουν
μακράν απ᾽ την πατρίδα των και από τους ποθητούς των,
540και συ δεν είσαι πρόθυμος ποσώς να τους βοηθήσεις.
Κείται νεκρός ο Σαρπηδών, αυτός που την Λυκίαν
έσωζε δίκαιος κριτής και μαχητής ανδρείος·
ο Άρης τον υπόταξε στην λόγχην του Πατρόκλου.
Δράμετε, ω φίλ᾽· είν᾽ εντροπή, τα άρματ᾽ αν του πάρουν
545και κακοσύρουν το γυμνό κορμί του οι Μυρμιδόνες,
από χολήν πόχουν σ᾽ εμάς για τόσους που εφονεύαν
των Δαναών οι λόγχες μας σιμά στα μαύρα πλοία».