Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (16.257-16.350)


Οἱ δ᾽ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
ἔστιχον, ὄφρ᾽ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
260 εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες,
αἰεὶ κερτομέοντες, ὁδῷ ἔπι οἰκί᾽ ἔχοντας,
νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
τοὺς δ᾽ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
κινήσῃ ἀέκων, οἱ δ᾽ ἄλκιμον ἦτορ ἔχοντες
265 πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
ἐκ νηῶν ἐχέοντο· βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
Πάτροκλος δ᾽ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
«Μυρμιδόνες, ἕταροι Πηληϊάδεω Ἀχιλῆος,
270 ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ᾽ ἄριστος
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἣν ἄτην, ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισεν.»
275Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
ἐν δὲ πέσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν.
Τρῶες δ᾽ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱόν,
αὐτὸν καὶ θεράποντα, σὺν ἔντεσι μαρμαίροντας,
280 πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες,
ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ᾽ ἑλέσθαι·
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
285 ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,
νηῒ πάρα πρύμνῃ μεγαθύμου Πρωτεσιλάου,
καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ᾽ Ἀξιοῦ εὐρὺ ῥέοντος·
τὸν βάλε δεξιὸν ὦμον· ὁ δ᾽ ὕπτιος ἐν κονίῃσι
290 κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφὶ φόβηθεν
Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
ἐκ νηῶν δ᾽ ἔλασεν, κατὰ δ᾽ ἔσβεσεν αἰθόμενον πῦρ.
ἡμιδαὴς δ᾽ ἄρα νηῦς λίπετ᾽ αὐτόθι· τοὶ δὲ φόβηθεν
295 Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δ᾽ ἐπέχυντο
νῆας ἀνὰ γλαφυράς· ὅμαδος δ᾽ ἀλίαστος ἐτύχθη.
ὡς δ᾽ ὅτ᾽ ἀφ᾽ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
ἔκ τ᾽ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
300 καὶ νάπαι, οὐρανόθεν δ᾽ ἄρ᾽ ὑπερράγη ἄσπετος αἰθήρ,
ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
τυτθὸν ἀνέπνευσαν, πολέμου δ᾽ οὐ γίγνετ᾽ ἐρωή·
οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
305 ἀλλ᾽ ἔτ᾽ ἄρ᾽ ἀνθίσταντο, νεῶν δ᾽ ὑπόεικον ἀνάγκῃ.
Ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
αὐτίκ᾽ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
ἔγχεϊ ὀξυόεντι, διαπρὸ δὲ χαλκὸν ἔλασσε·
310 ῥῆξεν δ᾽ ὀστέον ἔγχος, ὁ δὲ πρηνὴς ἐπὶ γαίῃ
κάππεσ᾽· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
στέρνον γυμνωθέντα παρ᾽ ἀσπίδα, λῦσε δὲ γυῖα.
Φυλεΐδης δ᾽ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
315 μυὼν ἀνθρώπου πέλεται· περὶ δ᾽ ἔγχεος αἰχμῇ
νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.
Νεστορίδαι δ᾽ ὁ μὲν οὔτασ᾽ Ἀτύμνιον ὀξέϊ δουρὶ
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
ἤριπε δὲ προπάροιθε. Μάρις δ᾽ αὐτοσχεδὰ δουρὶ
320 Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθείς,
στὰς πρόσθεν νέκυος· τοῦ δ᾽ ἀντίθεος Θρασυμήδης
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ᾽ ἀφάμαρτεν,
ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
δρύψ᾽ ἀπὸ μυώνων, ἀπὸ δ᾽ ὀστέον ἄχρις ἄραξε·
325 δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
βήτην εἰς Ἔρεβος, Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι,
υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
θρέψεν ἀμαιμακέτην, πολέσιν κακὸν ἀνθρώποισιν.
330 Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
ζωὸν ἕλε, βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι
λῦσε μένος, πλήξας ξίφει αὐχένα κωπήεντι.
πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ᾽ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
335 Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ
ἤμβροτον ἀλλήλων, μέλεον δ᾽ ἠκόντισαν ἄμφω·
τὼ δ᾽ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν
φάσγανον ἐρραίσθη· ὁ δ᾽ ὑπ᾽ οὔατος αὐχένα θεῖνε
340 Πηνέλεως, πᾶν δ᾽ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ᾽ οἶον
δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
Μηριόνης δ᾽ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
ἤριπε δ᾽ ἐξ ὀχέων, κατὰ δ᾽ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς.
345 Ἰδομενεὺς δ᾽ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
νύξε· τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
νέρθεν ὑπ᾽ ἐγκεφάλοιο, κέασσε δ᾽ ἄρ᾽ ὀστέα λευκά·
ἐκ δὲ τίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
αἵματος ὀφθαλμοί· τὸ δ᾽ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
350 πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.


Με τον γενναίον Πάτροκλον εκείνοι συνταγμένοι
κινούνταν μεγαλόψυχα ως πόπεσαν στους Τρώας.
Κι εχύνονταν ορμητικά, καθώς πετιούνται οι σφήκες
260που την φωλιά τους έστησαν παράμερα του δρόμου,
που, ως συνηθούν, ανόητα παιδιά τες ερεθίζουν
και απ᾽ αγνωσιά τους προξενούν κακό πολλών ανθρώπων·
που αν τες ταράξει αθέλητα διαβάτης ξεπετιούνται
όλες με ανδράγαθην ψυχήν να σώσουν τα μικρά τους.
265Ομοίως τότε με καρδιάν αδάμαστην και ανδρείαν
οι Μυρμιδόνες χύνονται εμπρός εις τα καράβια·
και αλαλαγμός ασίγητος εβρόντα εις τον αέρα
κι έσυρε ο Πάτροκλος φωνήν μεγάλην στους συντρόφους:
«Ω Μυρμιδόνες, σύντροφοι του θείου Αχιλλέως,
270άνδρες φανείτε, μ᾽ όλην σας την δύναμιν, ω φίλοι,
ο Αχιλλεύς να δοξασθεί, που των Αργείων όλων
αυτός εξέχει ασύγκριτος και οι σύντροφοί του ανδρείοι,
να μάθει και ο κραταιός Ατρείδης Αγαμέμνων
πόσο έσφαλε που αψήφησε των Αχαιών τον πρώτον».
275Είπε και εις όλους άναψε το θάρρος της ανδρείας
κι έπεσαν όλοι σύσσωμοι στους Τρώας, και τα πλοία
απ᾽ την βοήν των Αχαιών τρομακτικά βροντήσαν.
Είδαν οι Τρώες στ᾽ άρματα ν᾽ αστράφτουν έμπροσθέν τους
ο Πάτροκλος ο ανδράγαθος με τον θεράποντά του
280κι ελάκτισε η καρδία τους, και οι τάξεις σαλευθήκαν,
θαρρώντας που εξεθύμωσε κι έκαμε πάλι αγάπην
και από τες πρύμνες όρμησεν ο ανίκητος Πηλείδης.
Και από τον όλεθρον καθείς εκοίτα πού να φύγει.
Την λόγχην πρωτοακόντισεν ο Πάτροκλος στην μέσην
285οπού εκτυπιούνταν πάμπολλοι, στην άκρην στο καράβι
αυτό που ο Πρωτεσίλαος είχε οδηγήσει ο μέγας,
και τον Πυραίχμην, αρχηγόν των ιππικών Παιόνων,
που απ᾽ τον πλατύροον Αξιόν στην Αμυδώνα πίνουν,
στον δεξιόν ώμον κτύπησε κι έπεσε αυτός με βόγγον.
290Και οι Παίονες εσκόρπισαν, ως είδαν τρομαγμένοι
που ο Πάτροκλος τους φόνευσε τον μέγαν πολεμάρχον.
Και αφού τους Τρώας έδιωξεν από τες πρύμνες όλους,
σβήνει την φλόγα μένει αυτού μισόκαυτο το πλοίον·
σκορπούν οι Τρώες με κραυγές, οι Δαναοί στα πλοία
295τους κυνηγούν, και αλαλαγμός μεγάλος εσηκώθη.
Και ως όταν σύγνεφο χοντρό σκεπάζει μέγα όρος,
αν το σηκώσ᾽ η δύναμις του αστραποβόλου Δία,
φαίνεται κάθε κορυφή, κάθ᾽ άκρη, κάθε πλάγι,
κι εσχίσθη από τον ουρανόν απέραντος ο αιθέρας,
300έτσι αφού διώξαν οι Αχαιοί το πυρ απ᾽ τα καράβια,
ανάπνευσαν, αν και ποσώς δεν έπαυσεν η μάχη·
διότι ακόμη ακράτητα μακράν απ΄ τα καράβια
απ᾽ τους ανδρείους Αχαιούς δεν έφευγαν οι Τρώες,
και αν απ᾽ τες πρύμνες στανικώς αγάλι αναποδίζαν,
305όμως ακόμη αντίστεκαν. Και αφού σκορπίσθ᾽ η μάχη,
μονόμαχα κάθε αρχηγός έναν εφόνευσ᾽ άνδρα·
με λόγχην ο ανδράγαθος υιός του Μενοιτίου
τρυπά τον Αρηίλυκον, κει που έμπροσθέν του εστράφη,
εις το μερί, το χάλκινο κοντάρι βγαίνει πέρα,
310του σπα το κόκαλο και αυτός επίστομα βροντάει.
Τον Θόαντα ο Μενέλαος στο στήθος, που εγυμνώθη
απ᾽ την ασπίδα, ελόγχισε και του ᾽λυσε τα μέλη.
Του Αμφίκλου κόφτει την ορμήν ο Μέγης και με λόγχην
τ᾽ οπίσω μέρος κτύπησε του σκέλους, που του ανθρώπου
315εκεί χοντραίνει ο ποντικός· όλα τα νεύρα η λόγχη
έσχισε, και τους οφθαλμούς τού εσκέπασε μαυρίλα.
Και οι Νεστορίδες — πέρασε την λόγχην στου Ατυμνίου
τον λάγγονα ο Αντίλοχος, κι εμπρός εκείνος πέφτει.
Τον Μάριν τότ᾽ εθύμωσεν ο φόνος του αδελφού του,
320κι εστήθη εμπρός εις τον νεκρόν ενάντια του Αντιλόχου·
πριν τον κτυπήσει επρόφθασεν ο ισόθεος Θρασυμήδης
και με την λόγχην εύρηκε τον Μάριν εις τον ώμον,
στην άκρην του βραχίονος, τους ποντικούς τού κόφτει
και σπα το κλειδοκόκαλο· κάτω βροντά και σκότος
325εσκέπασε τα μάτια του κι έτσι απ᾽ αδέλφια δύο
δύο σταθήκαν αδελφοί του ερέβους εις τα βάθη.
Του Σαρπηδόνος σύντροφοι, λαμπροί κονταροφόροι,
του Αμισωδάρου αγόρια, που έθρεψε το τέρας
το λυσσερό, την Χίμαιραν, κακό πολλών ανθρώπων,
330τον Κλεόβουλον, που σκόνταψε στην ταραχήν της μάχης
έπιασ᾽ ο Οϊλείδης ζωντανόν, αλλά εκεί στον τόπον
τον πάταξε με μάχαιραν στον σβέρκον, και όλ᾽ η σπάθη
από το αίμα εζέστανε, και του ᾽κλεισαν τα μάτια
η μοίρα η παντοδύναμη και του θανάτου ο σκότος.
335Και ο Λύκων και ο Πηνέλεως πιασθήκαν, ότι πρώτοι
ο ένας τ᾽ άλλου αβόλετα τες λόγχες ακοντίσαν·
με ξίφη πάλι πιάνονται· και ο Λύκων εις τον κώνον
τραβά του κράνους και η λαβή τού εκόπηκε του ξίφους·
στον σβέρκον ο Πηνέλεως του σέρνει, στο ριζαύτι,
340και όλο το ξίφος βύθισε και από το δέρμα μόνον
δίπλα εκρεμάσθ᾽ η κεφαλή — κι ελύθηκαν τα μέλη.
Και ο Μηριόνης γρήγορα προφθάνει και λογχίζει
στον ώμον τον Ακάμαντα, που ανέβαινε στ᾽ αμάξι·
πέφτει απ᾽ τ᾽ αμάξι, και άπλωσε στα μάτια του σκοτάδι.
345Στο στόμα τον Ερύμαντα βαρεί με το κοντάρι
ο Ιδομενεύς, κι επέρασεν η λόγχη ως αποκάτω
του εγκεφάλου κι έσπασε τα άσπρα κόκαλά του·
αίμα τα μάτια γέμισαν, τα δόντια πεταχθήκαν
κι αίμα απ᾽ το στόμα ολάνοικτο φυσά και απ᾽ τα ρουθούνια
350και αυτού τον ζώνει σύννεφον ολόμαυρο θανάτου.