[13] Ἐπεὶ δὲ καὶ οὗτος ἔσχεν ὁ λόγος τέλος, ἡ μὲν Εὔμητις ἐξῆλθε μετὰ τῆς Μελίσσης, τοῦ δὲ Περιάνδρου τῷ Χίλωνι προπιόντος εὐμεγέθη κύλικα, τῷ δὲ Βίαντι τοῦ Χίλωνος, Ἄρδαλος ἐπαναστὰς καὶ προσαγορεύσας τὸν Αἴσωπον, «σὺ δ᾽ οὐκ ἄν,» ἔφη, «διαπέμψαιο δεῦρο τὸ ποτήριον πρὸς ἡμᾶς, ὁρῶν τούτους ὥσπερ τὴν Βαθυκλέους κύλικα διαπεμπομένους ἀλλήλοις, ἑτέρῳ δὲ μὴ μεταδιδόντας;» [155f] Καὶ ὁ Αἴσωπος, «ἀλλ᾽ οὐδὲ τοῦτ᾽,» ἔφη, «τὸ ποτήριον δημοτικόν ἐστι· Σόλωνι γὰρ ἔκπαλαι παράκειται μόνῳ.» Τὸν οὖν Μνησίφιλον προσαγορεύσας ὁ Πιττακὸς ἠρώτησε τί οὐ πίνει Σόλων ἀλλὰ καταμαρτυρεῖ τῶν ποιημάτων ἐν οἷς γέγραφεν, ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου καὶ Μουσέων, ἃ τίθησ᾽ ἀνδράσιν εὐφροσύνας. Ὑποφθάσας δ᾽ Ἀνάχαρσις «σὲ γάρ, ὦ Πιττακέ, καὶ τὸν σὸν ἐκεῖνον τὸν χαλεπὸν φοβεῖται νόμον, ἐν ᾧ γέγραφας Ἐάν τις ὁτιοῦν μεθύων ἁμάρτῃ, διπλασίαν ἢ τῷ νήφοντι τὴν ζημίαν εἶναι.» Καὶ ὁ Πιττακός, «σὺ δέ γ᾽,» εἶπεν, «οὕτως ἐξύβρισας εἰς τὸν νόμον, ὥστε πέρυσι παρ᾽ Ἀλκαίου ἀδελφῷ μεθυσθεὶς ἆθλον αἰτεῖν καὶ στέφανον.» [156a] «Τί δ᾽ οὐκ ἔμελλον,» ἔφη ὁ Ἀνάχαρσις, «τῷ πλεῖστον πιόντι προκειμένων ἄθλων πρῶτος μεθυσθεὶς ἀπαιτεῖν τὸ νικητήριον; ἢ διδάξατέ μ᾽ ὑμεῖς, τί τέλος ἐστὶ τοῦ πολὺν πιεῖν ἄκρατον ἢ τὸ μεθυσθῆναι.» Τοῦ δὲ Πιττακοῦ γελάσαντος ὁ Αἴσωπος λόγον εἶπε τοιοῦτον· «λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον ἐγγὺς προσελθών, “ἡλίκος ἂν ἦν,” ἔφη, “θόρυβος ὑμῖν, εἰ ἐγὼ τοῦτ᾽ ἐποίουν.”» Καὶ ὁ Χίλων «ὀρθῶς,» ἔφη, «Αἴσωπος ἠμύνατο, μικρὸν ἔμπροσθεν ἐπιστομισθεὶς ὑφ᾽ ἡμῶν, εἶτα νῦν ὁρῶν ἑτέρους τὸν Μνησιφίλου λόγον ὑφηρπακότας· Μνησίφιλος γὰρ ᾐτήθη τὴν ὑπὲρ Σόλωνος ἀπόκρισιν.»
|