Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (15.78-15.148)


Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
80 ὡς δ᾽ ὅτ᾽ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ᾽ ἐπὶ πολλὴν
γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ,
«ἔνθ᾽ εἴην, ἢ ἔνθα», μενοινήῃσί τε πολλά,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·
ἵκετο δ᾽ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ᾽ ἐπῆλθεν
85 ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἱ δὲ ἰδόντες
πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
ἡ δ᾽ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
90 «Ἥρη, τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·
ἦ μάλα δή σε φόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.»
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ λευκώλενος Ἥρη·
«μή με, θεὰ Θέμι, ταῦτα διείρεο· οἶσθα καὶ αὐτή,
οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
95 ἀλλὰ σύ γ᾽ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·
ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν,
οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι
πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.»
100Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,
ὄχθησαν δ᾽ ἀνὰ δῶμα Διὸς θεοί· ἡ δὲ γέλασσε
χείλεσιν, οὐδὲ μέτωπον ἐπ᾽ ὀφρύσι κυανέῃσιν
ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·
«νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·
105 ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες
ἢ ἔπει ἠὲ βίῃ· ὁ δ᾽ ἀφήμενος οὐκ ἀλεγίζει
οὐδ᾽ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
τῶ ἔχεθ᾽ ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
110 ἤδη γὰρ νῦν ἔλπομ᾽ Ἄρηΐ γε πῆμα τετύχθαι·
υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι, φίλτατος ἀνδρῶν,
Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.»
Ὣς ἔφατ᾽, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα·
115 «μὴ νῦν μοι νεμεσήσετ᾽, Ὀλύμπια δώματ᾽ ἔχοντες,
τείσασθαι φόνον υἷος ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,
εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ᾽ αἵματι καὶ κονίῃσιν.»
Ὣς φάτο, καί ῥ᾽ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
120 ζευγνύμεν, αὐτὸς δ᾽ ἔντε᾽ ἐδύσετο παμφανόωντα.
ἔνθα κ᾽ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
125 τοῦ δ᾽ ἀπὸ μὲν κεφαλῆς κόρυθ᾽ εἵλετο καὶ σάκος ὤμων,
ἔγχος δ᾽ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
χάλκεον· ἡ δ᾽ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·
«μαινόμενε, φρένας ἠλέ, διέφθορας· ἦ νύ τοι αὔτως
οὔατ᾽ ἀκουέμεν ἐστί, νόος δ᾽ ἀπόλωλε καὶ αἰδώς.
130 οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη,
ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
ἂψ ἴμεν Οὔλυμπόνδε καὶ ἀχνύμενός περ ἀνάγκῃ,
αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
135 αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
λείψει, ὁ δ᾽ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
μάρψει δ᾽ ἑξείης ὅς τ᾽ αἴτιος ὅς τε καὶ οὐκί.
τῶ σ᾽ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
140 ἢ πέφατ᾽, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ
πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.»
Ὣς εἰποῦσ᾽ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
Ἥρη δ᾽ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
Ἶρίν θ᾽, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
145 καί σφεας φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
«Ζεὺς σφὼ εἰς Ἴδην κέλετ᾽ ἐλθέμεν ὅττι τάχιστα·
αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ᾽ εἰς ὦπα ἴδησθε,
ἕρδειν ὅττι κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.»


Είπε, και τον υπάκουσεν η Ήρα η λευκοχέρα
και στον υψηλόν Όλυμπον ανέβη από την Ίδην.
80Και όπως ανθρώπου πόχει βγει του κόσμου πολλά μέρη
πετά το πνεύμα και βαθιά τού λέγει ο λογισμός του:
«Αυτού να ήμουν, είτε αυτού,» και άπειρα πλέκει ο νους του·
όμοια πετούσε η θεά, και στην κορφή του Ολύμπου
έφθασε κι ήβρε τους θεούς εκεί συναθροισμένους
85μέσα στο δώμα του Διός· της επροσηκωθήκαν
όλοι με τα ολόγεμα ποτήρια χαιρετούσαν·
τους άλλους άφησεν αυτή και το ποτήρι εδέχθη
απ᾽ την ωραίαν Θέμιδα, που πρώτη εμπρός της ήλθε
κι ευθύς την επροσφώνησε με λόγια φτερωμένα:
90«Ήρα, τι ήλθες τώρα εδώ και ταραγμένη δείχνεις;
Πολύ, θαρρώ, θα σ᾽ έσκιαξεν ο άνδρας σου ο Κρονίδης».
Σ᾽ αυτήν απάντησε η θεά, η Ήρα η λευκοχέρα:
«Ω θεά Θέμι, μη ερωτάς, και μόνη το γνωρίζεις
άσπλαχνην πόσον και άδικην έχει ψυχήν εκείνος
95μην αμελήσεις τώρα συ το ισόμοιρο τραπέζι
και όπως κι οι άλλοι αθάνατοι και συ θ᾽ ακούσεις ποία
έργα κακά μας προμηνά και μας κηρύττει ο Δίας,
π᾽ ούτε θνητός ούτε θεός δεν θα χαρεί, πιστεύω,
εάν ακόμη ευφραίνεται κανείς εις το τραπέζι».
100Είπε· κι εκάθισε η θεά, και λύπην αισθανθήκαν
όλ᾽ οι θεοί· κι εγέλασεν εκείνη με τα χείλη
αλλ΄ όμως δεν ιλάρωσε το μέτωπον επάνω
από τα μαύρα φρύδια της και αρχίνησε με πόνον:
«Ανόητοι που παίρνομε θυμόν με τον Κρονίδην·
105και προσμαχούμε ακόμη εμείς με λόγον ή με χέρι
να τον δαμάσομε, και αυτός μακράν μας καθισμένος
δεν μας λογιάζει παντελώς, και λέγει ότ᾽ είναι πρώτος
στην δύναμιν ασύγκριτα των αθανάτων όλων.
Όθεν καθείς μας το κακό που αυτός του στείλει ας έχει·
110κι ήδη του Άρη συμφορά, μου φαίνετ᾽ έχει γίνει·
στην μάχην ο αγαπητός Ασκάλαφος εχάθη
π᾽ ο Άρης ο τρομακτικός λέγει πως είν᾽ υιός του».
Είπε, και ο Άρης κτύπησε και με τες δυο παλάμες
τ᾽ ανδρειωμένα του μεριά και με παράπον᾽ είπε:
115«Δεν θα μου δώσετ᾽ άδικον, ω εγκάτοικοι του Ολύμπου,
εκδικητής αν κατεβώ του υιού μου εκεί στα πλοία,
κι εάν μου μέλλει απ᾽ του Διός τον κεραυνόν να πέσω
με τους νεκρούς να κείτομαι στο αιματωμένο χώμα».
Και να του ζέψουν τ᾽ άλογα στον Φόβον και στον Τρόμον
120είπε, και αυτός τα υπέρλαμπρα εζώνετο άρματά του.
Τότε δεινότερη χολή θενά ᾽πιανε τον Δία
ενάντια σ᾽ όλους τους θεούς και θ᾽ άναφτε ο θυμός του.
Αλλ᾽ η Αθηνά φοβούμενη μη πάθουν όλοι, αφήκε
τον θρόνον όπου εκάθονταν και στην αυλήν εχύθη.
125Το κράνος τού αφαιρ᾽ η θεά και την λαμπρήν ασπίδα,
και απ᾽ την βαριά παλάμη του το δόρυ και το σταίνει
στην γην, μετέπειτα πικρά τον Άρην ονειδίζει:
«Ξεφρενιασμέν᾽, εχάθηκες έχεις αυτιά ν᾽ ακούεις
του κάκου, οπόταν μήτε νους, μήτ᾽ εντροπή σού εμείναν.
130Τ᾽ είπε η θεά δεν άκουσες η Ήρα η λευκοχέρα
που ήλθε τώρα εδώ σ᾽ εμάς απ᾽ τον Ολύμπιον Δία;
Ή θέλεις αφού ξέχειλα συ πρώτος δοκιμάσεις
παθήματα, περίλυπος, στον Όλυμπο να γύρεις
και των θεών μέγα κακό των άλλων να γεννήσεις;
135Θ᾽ αφήσει ευθύς τους Αχαιούς και τους αυθάδεις Τρώας
και θα ᾽λθει εδώ στον Όλυμπον εμάς να τρικυμίσει,
και τον καθέναν, αίτιον ή μη, θα πάρει εμπρός του.
Όθεν συ παύσε τον θυμόν για το καλόν σου αγόρι
καλύτεροί του στην ανδρειά φονεύθηκαν και άλλοι
140και στο εξής θα φονευθούν και δυνατόν δεν είναι
κάθε θνητού να σώσομεν εμείς το γενολόγι».
Είπε, και τον ακράτητον θεόν εις το θρονί του
εκάθισεν η Αθηνά· και στο προαύλ᾽ η Ήρα
τον Φοίβον επροσκάλεσε, αντάμα με την Ίριν
145μηνύτραν όλων των θεών, και προς εκείνους είπε:
«Σας και τους δύο θέλει ο Ζευς να πατ᾽ ευθύς στην Ίδην
και άμα εκεί φθάσετ᾽ έμπροσθεν στο πρόσωπο του Δία
εσείς θα κάμετ᾽ ό,τι αυτός θελήσει και προστάξει».