Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (2.142-2.206)


Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
πᾶσι μετὰ πληθύν, ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
κινήθη δ᾽ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης,
145 πόντου Ἰκαρίοιο, τὰ μέν τ᾽ Εὖρός τε Νότος τε
ὤρορ᾽ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
ὡς δ᾽ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθών,
λάβρος ἐπαιγίζων, ἐπί τ᾽ ἠμύει ἀσταχύεσσιν,
ὣς τῶν πᾶσ᾽ ἀγορὴ κινήθη· τοὶ δ᾽ ἀλαλητῷ
150 νῆας ἔπ᾽ ἐσσεύοντο, ποδῶν δ᾽ ὑπένερθε κονίη
ἵστατ᾽ ἀειρομένη· τοὶ δ᾽ ἀλλήλοισι κέλευον
ἅπτεσθαι νηῶν ἠδ᾽ ἑλκέμεν εἰς ἅλα δῖαν,
οὐρούς τ᾽ ἐξεκάθαιρον· ἀϋτὴ δ᾽ οὐρανὸν ἷκεν
οἴκαδε ἱεμένων· ὑπὸ δ᾽ ᾕρεον ἕρματα νηῶν.
155Ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη,
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
«ὢ πόποι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
Ἀργεῖοι φεύξονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,
160 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
ἐν Τροίῃ ἀπόλοντο, φίλης ἀπὸ πατρίδος αἴης·
ἀλλ᾽ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
165 μηδὲ ἔα νῆας ἅλαδ᾽ ἑλκέμεν ἀμφιελίσσας.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα·
καρπαλίμως δ᾽ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
εὗρεν ἔπειτ᾽ Ὀδυσῆα, Διὶ μῆτιν ἀτάλαντον,
170 ἐσταότ᾽· οὐδ᾽ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
ἅπτετ᾽, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
«διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
175 φεύξεσθ᾽ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
ἐν Τροίῃ ἀπόλοντο, φίλης ἀπὸ πατρίδος αἴης;
ἀλλ᾽ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ᾽ ἔτ᾽ ἐρώει,
180 σοῖς δ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
μηδὲ ἔα νῆας ἅλαδ᾽ ἑλκέμεν ἀμφιελίσσας.»
Ὣς φάθ᾽, ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
κῆρυξ Εὐρυβάτης Ἰθακήσιος, ὅς οἱ ὀπήδει·
185 αὐτὸς δ᾽ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
δέξατό οἱ σκῆπτρον πατρώϊον, ἄφθιτον αἰεί·
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
τὸν δ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
190 «δαιμόνι᾽, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
ἀλλ᾽ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
οὐ γάρ πω σάφα οἶσθ᾽ οἷος νόος Ἀτρεΐωνος·
νῦν μὲν πειρᾶται, τάχα δ᾽ ἴψεται υἷας Ἀχαιῶν.
ἐν βουλῇ δ᾽ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε;
195 μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
τιμὴ δ᾽ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.»
Ὃν δ᾽ αὖ δήμου τ᾽ ἄνδρα ἴδοι βοόωντά τ᾽ ἐφεύροι,
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
200 «δαιμόνι᾽, ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
οἳ σέο φέρτεροί εἰσι, σὺ δ᾽ ἀπτόλεμος καὶ ἄναλκις,
οὔτε ποτ᾽ ἐν πολέμῳ ἐναρίθμιος οὔτ᾽ ἐνὶ βουλῇ.
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ᾽ Ἀχαιοί·
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
205 εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
σκῆπτρόν τ᾽ ἠδὲ θέμιστας, ἵνα σφισι βουλεύῃσι.»


Οι λόγοι αυτοί κατάκαρδα ετάραξαν τα πλήθη
που δεν γνωρίζουν στην βουλήν ποια σκέψις είχε γίνει
κι όλη εκινήθ᾽ η σύνοδος σαν του Ικαρίου πόντου
145τ᾽ αγριωμένα κύματα που ο Νότος με τον Εύρον
από τα νέφη του Διός ορμώντας τα σηκώνουν·
ή όπως το βαθύ σπαρτό μ᾽ όλα τα στάχυα κλίνει,
αν έλθει ξάφνου Ζέφυρος σφοδρός να το κινήσει,
όμοια κινήθ᾽ η σύνοδος και με βοήν στα πλοία
150χύνονταν και απ᾽ τα πόδια των εφούντωνεν η σκόνη
ανάερα κι εσπρώχνονταν να σύρουν τα καράβια,
εις την αγίαν θάλασσαν, κι εκάθαιρναν τους λάκκους·
και ολοένα τα σκαριά σηκώναν κι η βοή τους
στον ουρανόν ανέβαινε για την γλυκιάν πατρίδα.
155Πρόμοιρα τότ᾽ η επιστροφή γινόνταν των Αργείων,
εάν να ειπεί της Αθηνάς δεν πρόφθανεν η Ήρα:
«Τωόντι, ω κόρη αδάμαστη του αιγιδοφόρου Δία,
οι Αργείοι πίσω σχίζοντας της θάλασσας τα πλάτη
θα φύγουν τώρα στην γλυκιά πατρίδα να γυρίσουν;
160Και του Πριάμου καύχημα θ᾽ αφήσουν και των Τρώων
την Άργισσαν Ελένην τους, αφού γι᾽ αυτήν χαθήκαν
τόσοι στην Τροίαν Αχαιοί μακράν απ᾽ την πατρίδα;
Αλλά κατέβα τώρα ευθύς στων Αχαιών τα πλήθη,
συ τον καθένα κράτησε με τα γλυκά σου λόγια,
165στην θάλασσαν τα ισόπλευρα καράβια να μη σύρουν».
Και η γλαυκόματη θεά υπάκουσε στον λόγον
και από του Ολύμπου την κορφή στα γρήγορα καράβια
κατέβηκε των Αχαιών κι εκεί τον Οδυσσέα
εύρηκε, αυτόν που εταίριαζε στην γνώση με τον Δία·
170το χέρι του δεν άπλωνεν εις το καράβι εκείνος,
αλλ᾽ έστεκε περίλυπος και καταπικραμένος.
Και η γλαυκόματη Αθηνά πλησίασε και του ᾽πε:
«Λαερτιάδη διογενή, πολύτεχνε Οδυσσέα,
τωόντι στα καλόσκαρμα καράβια θα ριχθείτε
175οπίσω να γυρίσετε στην ποθητήν πατρίδα;
Και του Πριάμου καύχημα θ᾽ αφήστε και των Τρώων
την Άργισσαν Ελένην σας, αφού γι᾽ αυτήν χαθήκαν
τόσοι στην Τροίαν Αχαιοί μακράν απ᾽ την πατρίδα;
Αλλ᾽ άμε και των Αχαιών πλησίασε τα πλήθη
180με το γλυκό σου μίλημα να πιέσεις τον καθέναν
στην θάλασσαν τα ισόπλευρα καράβια να μη σύρουν».
Είπε η θεά κι εγνώρισεν εκείνος την φωνήν της,
κι εχύθη την χλαμύδα του πετώντας· και την πήρε
ο Ιθακήσιος του οπαδός ο κήρυξ Ευρυβάτης·
185κι ήβρε τον Αγαμέμνονα ο θείος Οδυσσέας,
το σκήπτρο επήρε τ᾽ άφθαρτο προγονικό του Ατρείδη
και των ανδρείων Αχαιών κατέβη στα καράβια.
Κι αν απαντούσε βασιλιά κι άνδρ᾽ άλλον των προκρίτων,
να τον κρατήσει επάσχιζε με λόγια μελωμένα:
190«Άνθρωπε να δειλιάζεις συ, σαν άνανδρος δεν πρέπει,
στάσου και συ και να σταθούν παράγγειλε τους άλλους,
ότι δεν ξεύρεις καθαρά τι κρύβει ο νους του Ατρείδη·
μας δοκιμάζει κι ύστερα, θαρρώ, θα μας πατάξει·
και ό,τ᾽ είπε μέσα στην βουλήν δεν το ακούσαμ᾽ όλοι,
195αλίμονο στους Αχαιούς, εκείνος αν θυμώσει,
ότι μεγάλ᾽ είν᾽ η ψυχή του θείου βασιλέως
που τον δοξάζει και αγαπά ο πάνσοφος Κρονίδης».
Κι άνθρωπον όταν του λαού που φώναζε απαντούσε,
κακά τον εφοβέριζε και με το σκήπτρο εκτύπα:
200«Σίγα, χαμένε, υπάκουσε εις τους καλύτερούς σου·
άνανδρος συ και ουτιδανός καθόλου δεν μετριέσαι
στον πόλεμον ή στην βουλήν· μήπως θαρρείς πως όλοι
θα βασιλεύομεν εδώ; Πολυαρχία βλάπτει·
ένας θα είναι ο αρχηγός, ο βασιλέας ένας,
205που σ᾽ αυτόν έδωσ᾽ ο υιός του κρυπτοβούλου Κρόνου
το σκήπτρο και τα νόμιμα να βασιλεύει σ᾽ όλους».