ΔΙ. βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβωι
605 πρὸς πέδωι πεπτώκατ᾽; ἤισθεσθ᾽, ὡς ἔοικε, Βακχίου
διατινάξαντος †δῶμα Πενθέως· ἀλλ᾽ ἐξανίστατε†
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
ΧΟ. ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ᾽ ἔχουσ᾽ ἐρημίαν.
610 ΔΙ. εἰς ἀθυμίαν ἀφίκεσθ᾽, ἡνίκ᾽ εἰσεπεμπόμην,
Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκανὰς πεσούμενος;
ΧΟ. πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
ἀλλὰ πῶς ἠλευθερώθης, ἀνδρὸς ἀνοσίου τυχών;
ΔΙ. αὐτὸς ἐξέσωσ᾽ ἐμαυτὸν ῥαιδίως ἄνευ πόνου.
615 ΧΟ. οὐδέ σου συνῆψε χεῖρας δεσμίοισιν ἐν βρόχοις;
ΔΙ. ταῦτα καὶ καθύβρισ᾽ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν
οὔτ᾽ ἔθιγεν οὔθ᾽ ἥψαθ᾽ ἡμῶν, ἐλπίσιν δ᾽ ἐβόσκετο.
πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ᾽ ἡμᾶς ἄγων,
τῶιδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,
620 θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,
χείλεσιν διδοὺς ὀδόντας· πλησίον δ᾽ ἐγὼ παρὼν
ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῶιδε τῶι χρόνωι
ἀνετίναξ᾽ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφωι
πῦρ ἀνῆψ᾽· ὁ δ᾽ ὡς ἐσεῖδε, δώματ᾽ αἴθεσθαι δοκῶν,
625 ἦισσ᾽ ἐκεῖσε κἆιτ᾽ ἐκεῖσε, δμωσὶν Ἀχελῶιον φέρειν
ἐννέπων, ἅπας δ᾽ ἐν ἔργωι δοῦλος ἦν, μάτην πονῶν.
διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος
ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
κἆιθ᾽ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
630 φάσμ᾽ ἐποίησεν κατ᾽ αὐλήν· ὁ δ᾽ ἐπὶ τοῦθ᾽ ὡρμημένος
ἦισσε κἀκέντει φαεννὸν ‹αἰθέρ᾽›, ὡς σφάζων ἐμέ.
πρὸς δὲ τοῖσδ᾽ αὐτῶι τάδ᾽ ἄλλα Βάκχιος λυμαίνεται·
δώματ᾽ ἔρρηξεν χαμᾶζε, συντεθράνωται δ᾽ ἅπαν
πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δ᾽ ὕπο
635 διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
ἐς μάχην ἐλθεῖν ἐτόλμησ᾽. ἥσυχος δ᾽ ἐκβὰς ἐγὼ
δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
ὡς δέ μοι δοκεῖ (ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω)
ἐς προνώπι᾽ αὐτίχ᾽ ἥξει. τί ποτ᾽ ἄρ᾽ ἐκ τούτων ἐρεῖ;
640 ῥαιδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθηι μέγα·
πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον᾽ εὐοργησίαν.
|