Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (13.311-13.382)


Τὸν δ᾽ αὖτ᾽ Ἰδομενεύς, Κρητῶν ἀγός, ἀντίον ηὔδα·
«νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι,
Αἴαντές τε δύω Τεῦκρός θ᾽, ὃς ἄριστος Ἀχαιῶν
τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
315 οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο,
Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
320 ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
ἀνδρὶ δέ κ᾽ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
ὃς θνητός τ᾽ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν,
χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
οὐδ᾽ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
325 ἔν γ᾽ αὐτοσταδίῃ· ποσὶ δ᾽ οὔ πως ἔστιν ἐρίζειν.
νῶϊν δ᾽ ὧδ᾽ ἐπ᾽ ἀριστέρ᾽ ἔχε στρατοῦ, ὄφρα τάχιστα
εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.»
Ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
ἦρχ᾽ ἴμεν, ὄφρ᾽ ἀφίκοντο κατὰ στρατόν, ᾗ μιν ἀνώγει.
330Οἱ δ᾽ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκήν,
αὐτὸν καὶ θεράποντα, σὺν ἔντεσι δαιδαλέοισι,
κεκλόμενοι καθ᾽ ὅμιλον ἐπ᾽ αὐτῷ πάντες ἔβησαν·
τῶν δ᾽ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
ὡς δ᾽ ὅθ᾽ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
335 ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
οἵ τ᾽ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
ὣς ἄρα τῶν ὁμόσ᾽ ἦλθε μάχη, μέμασαν δ᾽ ἐνὶ θυμῷ
ἀλλήλους καθ᾽ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
340 μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ᾽ ἄμερδεν
αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ᾽ ἀκάχοιτο.
345Τὼ δ᾽ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην,
κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
350 ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθών,
λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ᾽ ἴα πάτρη,
355 ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
τῶ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
λάθρῃ δ᾽ αἰὲν ἔγειρε κατὰ στρατόν, ἀνδρὶ ἐοικώς.
τοὶ δ᾽ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
πεῖραρ ἐπαλλάξαντες ἐπ᾽ ἀμφοτέροισι τάνυσσαν,
360 ἄρρηκτόν τ᾽ ἄλυτόν τε, τὸ πολλῶν γούνατ᾽ ἔλυσεν.
Ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
365 ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην,
Κασσάνδρην, ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
τῷ δ᾽ ὁ γέρων Πρίαμος ὑπό τ᾽ ἔσχετο καὶ κατένευσε
δωσέμεναι· ὁ δὲ μάρναθ᾽ ὑποσχεσίῃσι πιθήσας.
370 Ἰδομενεὺς δ᾽ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδ᾽ ἤρκεσε θώρηξ
χάλκεος, ὃν φορέεσκε, μέσῃ δ᾽ ἐν γαστέρι πῆξε.
δούπησεν δὲ πεσών· ὁ δ᾽ ἐπεύξατο φώνησέν τε·
«Ὀθρυονεῦ, περὶ δή σε βροτῶν αἰνίζομ᾽ ἁπάντων,
375 εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ᾽ ὑπέστης
Δαρδανίδῃ Πριάμῳ· ὁ δ᾽ ὑπέσχετο θυγατέρα ἥν.
καί κέ τοι ἡμεῖς ταῦτά γ᾽ ὑποσχόμενοι τελέσαιμεν,
δοῖμεν δ᾽ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην,
Ἄργεος ἐξαγαγόντες, ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
380 Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
ἀλλ᾽ ἕπε᾽, ὄφρ᾽ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.»


Και των Κρητών ο αρχηγός αντείπ᾽ ο Ιδομενέας:
«Στην μέσην και άλλοι μάχονται να σώσουν τα καράβια,
και πολεμούν οι Αίαντες και ο Τεύκρος, φημισμένος
τοξότης, και από σύνεγγυς πολεμιστής ανδρείος·
315θα τον χορτάσουν πόλεμον, μ᾽ όσην και αν έχει ανδρείαν,
τον Πριαμίδην Έκτορα· άκρον θα έχει αγώνα
την δύναμιν ασύντριφτην κλονώντας των ηρώων
να κάψει τα καράβια μας· έξω αν θελήσει ο Δίας
δαυλόν ο ίδιος εις αυτά να βάλει φλογοβόλον.
320Ότ᾽ εις θνητόν πόχει τροφήν της Δήμητρας το δώρον,
οπού χαλκός και φονικά λιθάρια τον λαβώνουν,
τόπον δεν κάμνει ο φοβερός υιός του Τελαμώνος,
ουδέ στον σπάστην των ανδρών λεοντόψυχον Πηλείδην
θα υποχωρούσε, αν τύχαινε, και στην σταδίαν μάχην·
325ότι στον δρόμον δεν νικά κανείς τον Αχιλλέα.
Αλλά της μάχης κίνησε στ᾽ αριστερά, να δείξει
αν άλλους θα δοξάσομεν ή εμείς να δοξασθούμεν».
Είπε κι εκίνησεν εμπρός ο ανδρείος Μηριόνης
ως εις το μέρος του στρατού που είπ᾽ ο Ιδομενέας.
330Και άμα τον είδαν φοβερόν ως φλόγα να προβάλει
κλεισμένος στα λαμπρ᾽ άρματα με τον ακόλουθόν του,
επάνω του αλαλάζοντας εχύθηκαν οι Τρώες
και αγώνας άρχισε σφοδρός αυτού σιμά στες πρύμνες.
Και ως έξαφνα φυσομανούν πολλών ανέμων ζάλες
335σ᾽ ημέρες που ο κονιορτός επλήθυνε στους δρόμους
και τον σηκώνουν όλοι ομού σαν νέφος στον αέρα·
όμοια κι εκείνοι αντίμαχα κτυπιόνταν διψασμένοι
καθείς μ᾽ ακονητόν χαλκόν τον άλλον να φονεύσει,
Και ως λόγγος όλη αγρίωνεν η ανθρωποφθόρα μάχη
340μακριά κοντάρια κοφτερά· και οι λαμπρές ασπίδες
οι θώρακες νεοστίλβωτοι, τα σπιθοβόλα κράνη
τους οφθαλμούς εθάμπωναν με του χαλκού την λάμψιν
καθώς αυτοί συγκρούονταν· και άσπλαχνος θα ήταν κείνος
που βλέποντας θα εχαίρονταν, αντί ν᾽ ακούσει πόνον.
345Και τότε δύο κραταιοί διχόγνωμοι, του Κρόνου
τέκνα, οργανίζαν συμφορές εις τους ανδρειωμένους.
Των Τρώων και του Έκτορος νίκην να δώσει ο Δίας
ήθελε, τον γοργόποδα Πηλείδην να δοξάσει,
όχι ο λαός των Αχαιών ν᾽ αφανισθεί στην Τροίαν·
350αλλά την Θέτιν δόξαζε και τον σκληρόν υιόν της.
Και ο Ποσειδών τους Αχαιούς εμψύχωνεν, ως ήλθε
κρυφά μέσ᾽ απ᾽ την θάλασσαν, με πάθος προς τον Δία
και σπλάχνος δια τους Αχαιούς, που εσύντριβαν οι Τρώες,
και οι δύο μίαν γενεάν, την αυτήν ρίζαν είχαν·
355αλλ᾽ ήτ᾽ ο Ζευς ανώτερος στα χρόνια και στην γνώσιν,
δια τούτο εκείνος φανερά δεν έβγαινε βοηθός των,
αλλά κρυφά τους έσπρωχνε με την μορφήν ανθρώπου.
Και ιδού της δεινής έριδος και του πολέμου όμοιον
το δίκτυ επλέξαν τεντωτό στους δυο στρατούς επάνω
360που άλυτο, ασύντριφτο, πολλούς αφάνισε ανδρειωμένους.
Και τότε με τους Δαναούς ο Ιδομενεύς, αν κι ήταν
μισοασπρομάλλης όρμησε κι εσκόρπισε τους Τρώας.
Τον Οθρυονέα φόνευσε, που απ᾽ τα Καβήσια μέρη
στην Τροίαν ήλθε, ως άκουσε την φήμην του πολέμου,
365και του Πριάμου την καλήν απ᾽ όλες θυγατέρα,
Κασσάνδραν, νύμφην άπροικα ζητούσε κι έργον μέγα
υπόσχονταν, τους Δαναούς να διώξει από την Τροίαν.
Και ο γέρος Πρίαμος ρητώς την κόρην τού υπεσχέθη·
κι εκείνος εις τον λόγον του θαρρώντας πολεμούσε·
370τον λόγχισεν ο Ιδομενεύς ενώ με υψηλό βήμα
κινούσεν, ουδέ ο θώρακας εκράτησε την λόγχην
ο χάλκινος, κι η άκρη της του εμπήχθη στην γαστέρα·
χάμω με βρόντον έπεσε κι εκείνος εκαυχήθη:
«Οθρυονέα, των θνητών θα σε κηρύξω πρώτον,
375αν όσ᾽ ανάλαβες σωστά τελειώσεις του Πριάμου,
αφού την θυγατέρα του κι εκείνος σου υποσχέθη.
Ομοίαν θα εκτελούσαμε κι εμείς υπόσχεσίν μας·
απ᾽ τ᾽ Άργος θα σου φέρναμε του Ατρείδη θυγατέρα
στα κάλλη της ασύγκριτην, γυναίκα να την έχεις,
380την πυργωμένην Ίλιον αν συ μας εκπορθήσεις.
Στες πρύμνες ακολούθα εμέ να ειπούμε δια τους γάμους,
να ιδείς τι δώρα νυφικά δίδομ᾽ εμείς γενναία».