ΣΤΑΣΙΜΟΝ ΔΕΥΤΕΡΟΝ ΧΟ. Ἀχελώιου θύγατερ, [στρ.]
520 πότνι᾽ εὐπάρθενε Δίρκα,
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
τὸ Διὸς βρέφος ἔλαβες,
ὅτε μηρῶι πυρὸς ἐξ ἀθανάτου Ζεὺς
525 ὁ τεκὼν ἥρπασέ νιν, τάδ᾽ ἀναβοάσας·
Ἴθι, Διθύραμβ᾽, ἐμὰν ἄρ-
σενα τάνδε βᾶθι νηδύν·
ἀναφαίνω σε τόδ᾽, ὦ Βάκ-
χιε, Θήβαις ὀνομάζειν.
530 σὺ δέ μ᾽, ὦ μάκαιρα Δίρκα,
στεφανηφόρους ἀπωθῆι
θιάσους ἔχουσαν ἐν σοί.
τί μ᾽ ἀναίνηι; τί με φεύγεις;
ἔτι ναὶ τὰν βοτρυώδη
535 Διονύσου χάριν οἴνας
ἔτι σοι τοῦ Βρομίου μελήσει.
[οἵαν οἵαν ὀργὰν] [ἀντ.]
ἀναφαίνει χθόνιον
γένος ἐκφύς γε δράκοντός
540 ποτε Πενθεύς, ὃν Ἐχίων
ἐφύτευσε χθόνιος,
ἀγριωπὸν τέρας, οὐ φῶτα βρότειον,
φόνιον δ᾽ ὥστε γίγαντ᾽ ἀντίπαλον θεοῖς·
545 ὃς ἔμ᾽ ἐν βρόχοισι τὰν τοῦ
Βρομίου τάχα ξυνάψει,
τὸν ἐμὸν δ᾽ ἐντὸς ἔχει δώ-
ματος ἤδη θιασώταν
σκοτίαισι κρυπτὸν εἱρκταῖς.
550 ἐσορᾶις τάδ᾽, ὦ Διὸς παῖ
Διόνυσε, σοὺς προφήτας
ἐν ἁμίλλαισιν ἀνάγκας;
μόλε, χρυσῶπα τινάσσων,
ἄνα, θύρσον κατ᾽ Ὀλύμπου,
555 φονίου δ᾽ ἀνδρὸς ὕβριν κατάσχες.
πόθι Νύσας ἄρα τᾶς θη- [ἐπῳδ.]
ροτρόφου θυρσοφορεῖς
θιάσους, ὦ Διόνυσ᾽, ἢ
κορυφαῖς Κωρυκίαις;
560 τάχα δ᾽ ἐν ταῖς πολυδένδροισιν Ὀλύμπου
θαλάμαις, ἔνθα ποτ᾽ Ὀρφεὺς κιθαρίζων
σύναγεν δένδρεα μούσαις,
σύναγεν θῆρας ἀγρώστας.
565 μάκαρ ὦ Πιερία,
σέβεταί σ᾽ Εὔιος, ἥξει
τε χορεύσων ἅμα βακχεύ-
μασι, τόν τ᾽ ὠκυρόαν
διαβὰς Ἀξιὸν εἱλισ-
570 σομένας μαινάδας ἄξει
Λυδίαν τε τὸν εὐδαιμονίας βροτοῖς
ὀλβοδόταν πατέρ᾽, ὃν ἔκλυον
εὔιππον χώραν ὕδασιν
575 καλλίστοισι λιπαίνειν.
|