Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (12.80-12.174)


Ὣς φάτο Πουλυδάμας, ἅδε δ᾽ Ἕκτορι μῦθος ἀπήμων, 80
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ᾽ ἵππων ἠγερέθοντο,
ἀλλ᾽ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ᾽ ἐπὶ τάφρῳ· 85
οἱ δὲ διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες,
πένταχα κοσμηθέντες ἅμ᾽ ἡγεμόνεσσιν ἕποντο.
Οἱ μὲν ἅμ᾽ Ἕκτορ᾽ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. 90
καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ᾽ ἄρ᾽ ὄχεσφιν
ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
τῶν δ᾽ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδής,
υἷε δύω Πριάμοιο· τρίτος δ᾽ ἦν Ἄσιος ἥρως, 95
Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
αἴθωνες μεγάλοι, ποταμοῦ ἄπο Σελλήεντος.
τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο,
Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε,
100 Ἀρχέλοχός τ᾽ Ἀκάμας τε, μάχης εὖ εἰδότε πάσης.
Σαρπηδὼν δ᾽ ἡγήσατ᾽ ἀγακλειτῶν ἐπικούρων,
πρὸς δ᾽ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
οἱ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
τῶν ἄλλων μετά γ᾽ αὐτόν· ὁ δ᾽ ἔπρεπε καὶ διὰ πάντων.
105 οἱ δ᾽ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι,
βάν ῥ᾽ ἰθὺς Δαναῶν λελιημένοι, οὐδ᾽ ἔτ᾽ ἔφαντο
σχήσεσθ᾽, ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
Ἔνθ᾽ ἄλλοι Τρῶες τηλεκλειτοί τ᾽ ἐπίκουροι
βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
110 ἀλλ᾽ οὐχ Ὑρτακίδης ἔθελ᾽ Ἄσιος, ὄρχαμος ἀνδρῶν,
αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι,
νήπιος, οὐδ᾽ ἄρ᾽ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
115 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
ἔγχεϊ Ἰδομενῆος, ἀγαυοῦ Δευκαλίδαο.
εἴσατο γὰρ νηῶν ἐπ᾽ ἀριστερά, τῇ περ Ἀχαιοὶ
ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
120 τῇ ῥ᾽ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
εὗρ᾽ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
ἀλλ᾽ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν᾽ ἑταίρων
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
τῇ ῥ᾽ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ᾽ ἅμ᾽ ἕποντο
125 ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκέτ᾽ Ἀχαιοὺς
σχήσεσθ᾽, ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι·
νήπιοι, ἐν δὲ πύλῃσι δύ᾽ ἀνέρας εὗρον ἀρίστους,
υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην,
130 τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶσον Ἄρηϊ.
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
αἵ τ᾽ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα,
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ᾽ ἀραρυῖαι·
135 ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
οἱ δ᾽ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
ὑψόσ᾽ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
140 Ἀσιάδην τ᾽ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
οἱ δ᾽ ἤτοι ἧος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην,
ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ᾽ ἐν ὄρεσσιν
ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
δοχμώ τ᾽ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
150 γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο,
λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
οἱ δ᾽ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
155 βάλλον, ἀμυνόμενοι σφῶν τ᾽ αὐτῶν καὶ κλισιάων
νηῶν τ᾽ ὠκυπόρων· νιφάδες δ᾽ ὡς πῖπτον ἔραζε,
ἅς τ᾽ ἄνεμος ζαής, νέφεα σκιόεντα δονήσας,
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον, ἠμὲν Ἀχαιῶν
160 ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ᾽ ἀμφ᾽ αὖον ἀΰτευν
βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
δή ῥα τότ᾽ ᾤμωξέν τε καὶ ὣ πεπλήγετο μηρὼ
Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
«Ζεῦ πάτερ, ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
165 πάγχυ μάλ᾽· οὐ γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωας Ἀχαιοὺς
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
οἱ δ᾽, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
οὐδ᾽ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
170 ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
ὣς οἵ γ᾽ οὐκ ἐθέλουσι πυλάων καὶ δύ᾽ ἐόντε
χάσσασθαι πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.»
Ὣς ἔφατ᾽, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ᾽ ἀγορεύων·
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.


80Ο Έκτωρ ήβρε ωφέλιμον ό,τι είπε ο Πολυδάμας,
και από τ᾽ αμάξι πήδησε χαμαί με τ᾽ άρματ᾽ όλα,
ούδ᾽ έμειναν στ᾽ αμάξια τους οι άλλοι συναγμένοι,
αλλ᾽ όλοι κάτω επήδησαν στον Έκτορα κατόπιν.
Και όλοι τούς κυβερνήτες των παράγγειλαν να στήσουν
85με καλήν τάξη έμπροσθεν του χάντακος τους ίππους·
κι εκείν᾽ εις πέντε σώματα με τάξιν χωρισθήκαν,
καθένα με τους αρχηγούς. Έκτωρ και Πολυδάμας
είχαν το σώμα το εκλεκτό, πυκνό και ανδρειωμένο,
που εμάνιζε το τείχισμα να σπάσει και στα πλοία
90να φέρει ευθύς τον πόλεμον· τρίτος ο Κεβριόνης
ήταν σ᾽ εκείνους αρχηγός· κι είχεν αφήσει ο Έκτωρ
άνδρ᾽ απ᾽ αυτόν κατώτερον στ᾽ αμάξι κυβερνήτην·
στο δεύτερον ο Αλέξανδρος, ο Αλκάθοος και ο Αγήνωρ·
ο Έλενος, ο Δηίφοβος, αγόρια του Πριάμου,
95στο τρίτον σώμα και μ᾽ αυτούς ο Άσιος Υρτακίδης
ο ήρως, που απ᾽ τον ποταμόν Σελλήεντα είχαν φέρει
ίπποι φλογώδεις υψηλοί μέσ᾽ από την Αρίσβην.
Το τέταρτ᾽ ο καλός υιός του Αγχίση εκυβερνούσε
ο Αινείας, και μαζί μ᾽ αυτόν ο Αρχέλοχος και Ακάμας
100δύο παιδιά του Αντήνορος· και τους εξακουσμένους
βοηθούς οδήγα ο Σαρπηδών, κι επήρε εις το πλευρόν του
τον Γλαύκον και τον φοβερόν στα όπλα Αστεροπαίον,
που, έξω απ᾽ αυτόν, ανώτερον απ᾽ όλους στην ανδρείαν
του εφάνηκαν καλύτεροι των άλλων πολεμάρχων.
105Και πήκτραν αφού εμόρφωσαν στενά με τες ασπίδες
στους Δαναούς εχύθηκαν κι εθάρρουν ότι εκείνοι
δεν θα σταθούν και ακράτητοι θα πέσουν εις τα πλοία.
Κι οι άλλοι Τρώες και οι λαμπροί βοηθοί των υπακούσαν
σ᾽ ό,τ᾽ είπε με την άψεγην ψυχήν του ο Πολυδάμας·
110μόνος δεν το ηθέλησεν ο Άσιος Υρτακίδης,
αυτού με τον ηνίοχον τους ίππους του ν᾽ αφήσει,
αλλά μ᾽ εκείνους όρμησε προς τα γοργά καράβια,
μωρός, οπού δεν έμελλε την μοίραν να ξεφύγει
και απ᾽ τα καράβια νικητής να γύρει με τους ίππους
115περήφαν᾽ ανεβαίνοντας στην ανεμώδη πόλιν·
διότι μοίρα σκοτεινή τον πήρε με την λόγχην
του υιού του Δευκαλίωνος μεγάλου Ιδομενέως.
Διότι κει που οι Δαναοί με τα ζεμέν᾽ αμάξια
απ᾽ το πεδίον γύριζαν, αριστερά των πλοίων,
120έσπρωξε αυτός την άμαξαν, ούδ᾽ ήσαν εις τες πύλες
κλεισμένα τα θυρόφυλλα με τον μακρύν τους σύρτην,
αλλά τα ᾽χαν ολάνοικτα δια να δεχθούν εκείνους
που εφεύγαν απ᾽ τον πόλεμον προς τα γοργά καράβια.
Κει με τους ίππους όρμησε και με κραυγήν κατόπιν
125οι σύντροφοί του κι έλεγαν που εμπρός τους δεν θα μείνουν
οι Αχαιοί και ακράτητοι θα πέσουν στα καράβια.
Κι ήβραν στες πύλες οι μωροί δυο πολεμάρχους πρώτους,
δυο τέκνα μεγαλόψυχα των Λαπιθών ηρώων,
του Πειριθόου τον υιόν, ανδρείον Πολυποίτην
130και τον Λεοντέα πόμοιαζε του ανθρωποφόνου Άρη.
Στες υψηλές πύλες εμπρός ήσαν στημένοι εκείνοι
ακλόνητοι, ως υψίκομα δρυά στα όρη επάνω,
οπού βροχή και άνεμος τα δέρνουν αιωνίως,
εις τες μεγάλες ρίζες των βαθιά θεμελιωμένα·
135ομοίως εις τα χέρια τους θαρρώντας και στην ρώμην
τον μέγαν Άσιον άφοβα περίμεναν εκείνοι.
Κι ίσια στο τείχος το παχύ μ᾽ ασπίδες σηκωμένες
οι γενναιόκαρδοι οπαδοί του πολεμάρχου Ασίου
Ιαμενός, Οινόμαος, Ορέστης, Ασιάδης,
140Θόων και Αδάμας με κραυγές εμπρός επροχωρήσαν.
Και ως τότ᾽ εκείνοι μέσαθε σφοδρά παρακινούσαν
τους Αχαιούς ν᾽ αγωνισθούν να σώσουν τα καράβια·
αλλ᾽ άμα ενόησαν εμπρός να προχωρούν οι Τρώες
στο τείχος και των Δαναών βοή φυγής ακούσθη,
145τότε απ᾽ τες πύλες όρμησαν κι εμπρός επολεμούσαν
εκείν᾽ οι δύο, και όμοιαζαν αγριόχοιροι στα όρη,
που καρτερούν ατρόμητοι πλήθος ανδρών και σκύλων,
και όπως ορμούν δεξιά ζερβιά τα δένδρα σπουν του δάσους
μ᾽ όλες τες ρίζες, και κροτούν τα δόντια των θηρίων,
150ωσότου κάποιος την ζωήν μ᾽ ακόντι να τους πάρει.
Όμοια κροτούσεν ο χαλκός στα στήθη αυτών των δύο
ως τους κτυπούσαν άντικρυ· κι εκείνοι επολεμούσαν
ανδρείως εις την ρώμην τους θαρρώντας και στα πλήθη,
που από τους πύργους άνωθεν ακόντιζαν λιθάρια
155να σώσουν απ᾽ τον όλεθρον την ποθητήν ζωήν τους,
τα πλοία των και τες σκηνές· και ως η πνοή του ανέμου,
όταν σφοδρώς ετίναξε τα σκιοφόρα νέφη,
μ᾽ επανωτές χιονοβολές την θρέπτραν γην σκεπάζει,
ομοίως απ᾽ τα χέρια των Αχαιών και Τρώων
160τ᾽ ακόντια ρέαν άπειρα· και από τες χοντρές πέτρες
ηχούσαν κούφια κόρυθες και ομφαλωτές ασπίδες.
Και τότε βαθιά στέναξεν ο Άσιος Υρτακίδης,
κι εγόγγυξε κι εφώναξε κτυπώντας τα μεριά του:
«Και συ το ψέμ᾽ αγάπησες, οϊμέ, πατέρα Δία·
165εγώ δεν πίστευα ποτέ ν᾽ αντισταθούν οι Αργείοι
στα χέρια μας τ᾽ ανίκητα και στην σφοδρήν ορμήν μας.
Και ωσάν σφήκες ή μέλισσες με ζώσιν λυγισμένην
εις δρόμον κτίσαν πτερωτόν την θολωτήν οικίαν
και αν έλθουν άνδρες κυνηγοί δεν φεύγουν αλλά μένουν
170και από τον βράχον πολεμούν να σώσουν τα παιδιά των,
όμοια και τούτοι μόνοι δυο τες πύλες δεν αφήνουν
και μένουν είτε θάνατον να δώσουν ή να λάβουν».
Είπεν αλλά δεν έπεισε την γνώμην του Κρονίδη,
που εβούλετο στον Έκτορα την δόξαν να χαρίσει.