Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (11.516-11.595)


Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
αὐτίκα δ᾽ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
βαῖν᾽, Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
μάστιξεν δ᾽ ἵππους, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
520 νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
«Ἕκτορ, νῶϊ μὲν ἐνθάδ᾽ ὁμιλέομεν Δαναοῖσιν
ἐσχατιῇ πολέμοιο δυσηχέος· οἱ δὲ δὴ ἄλλοι
525 Τρῶες ὀρίνονται ἐπιμίξ, ἵπποι τε καὶ αὐτοί.
Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
εὐρὺ γὰρ ἀμφ᾽ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
κεῖσ᾽ ἵππους τε καὶ ἅρμ᾽ ἰθύνομεν, ἔνθα μάλιστα
ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
530 ἀλλήλους ὀλέκουσι, βοὴ δ᾽ ἄσβεστος ὄρωρεν.»
Ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
ῥίμφ᾽ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς,
στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ᾽ ἄξων
535 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
ἃς ἄρ᾽ ἀφ᾽ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
αἵ τ᾽ ἀπ᾽ ἐπισσώτρων. ὁ δὲ ἵετο δῦναι ὅμιλον
ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
540 αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
ἔγχεΐ τ᾽ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
Αἴαντος δ᾽ ἀλέεινε μάχην Τελαμωνιάδαο.
Ζεὺς γάρ οἱ νεμέσασχ᾽ ὅτ᾽ ἀμείνονι φωτὶ μάχοιτο.
Ζεὺς δὲ πατὴρ Αἴανθ᾽ ὑψίζυγος ἐν φόβον ὦρσε·
545 στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
τρέσσε δὲ παπτήνας ἐφ᾽ ὁμίλου, θηρὶ ἐοικώς,
ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων.
ὡς δ᾽ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
550 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
πάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζων
ἰθύει, ἀλλ᾽ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
555 ἠῶθεν δ᾽ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
ὣς Αἴας τότ᾽ ἀπὸ Τρώων τετιημένος ἦτορ
ἤϊε πόλλ᾽ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
ὡς δ᾽ ὅτ᾽ ὄνος παρ᾽ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ᾽ ἀμφὶς ἐάγῃ,
560 κείρει τ᾽ εἰσελθὼν βαθὺ λήϊον· οἱ δέ τε παῖδες
τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
σπουδῇ τ᾽ ἐξήλασσαν, ἐπεί τ᾽ ἐκορέσσατο φορβῆς·
ὣς τότ᾽ ἔπειτ᾽ Αἴαντα μέγαν, Τελαμώνιον υἱόν,
Τρῶες ὑπέρθυμοι πολυηγερέες τ᾽ ἐπίκουροι
565 νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
Αἴας δ᾽ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
570 αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι.
575Τὸν δ᾽ ὡς οὖν ἐνόησ᾽ Εὐαίμονος ἀγλαὸς υἱὸς
Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
στῆ ῥα παρ᾽ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλε Φαυσιάδην Ἀπισάονα, ποιμένα λαῶν,
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσεν·
580 Εὐρύπυλος δ᾽ ἐπόρουσε καὶ αἴνυτο τεύχε᾽ ἀπ᾽ ὤμων.
τὸν δ᾽ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
τεύχε᾽ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
ἕλκετ᾽ ἐπ᾽ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
585 ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων,
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
«ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
στῆτ᾽ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
Αἴανθ᾽, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
590 φεύξεσθ᾽ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλ᾽ ἄντην
ἵστασθ᾽ ἀμφ᾽ Αἴαντα μέγαν, Τελαμώνιον υἱόν.»
Ὣς ἔφατ᾽ Εὐρύπυλος βεβλημένος· οἱ δὲ παρ᾽ αὐτὸν
πλησίοι ἔστησαν, σάκε᾽ ὤμοισι κλίναντες,
δούρατ᾽ ἀνασχόμενοι· τῶν δ᾽ ἀντίος ἤλυθεν Αἴας.
595 στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.


Είπε και ο Νέστωρ έστερξε στον λόγον του Τυδείδη.
Στην άμαξάν του ανέβη ευθύς, σιμά του και ο Μαχάων,
που γέννησ᾽ ο Ασκληπιός ιατρός εξακουσμένος.
Τους ίππους ράβδισεν ευθύς και αυτοί με προθυμίαν
520προς τα καράβια πέταξαν, στ᾽ αγαπημένα μέρη.
Ο Κεβριόνης νόησε την ταραχήν των Τρώων
κι έλεγε προς τον Έκτορα, στ᾽ αμάξι σύντροφός του:
«Εις μίαν άκρην του κακού πολέμου εμείς οι δύο
τους Δαναούς μαχόμεθα, και ωστόσ᾽ οι άλλοι Τρώες
525θορυβημένοι ευρίσκονται κι οι ίπποι των κι εκείνοι
από τον Τελαμώνιον· τον γνώρισα, όπως φέρνει
αυτός ασπίδ᾽ απέραντην· αλλά κι εμείς τ᾽ αμάξι
ευθύς ας σπρώξομεν εκεί, όπου με τόσο πείσμα
πεζοί και ιππόμαχοι φρικτόν κροτούν πολέμου αγώνα
530σφαζόμενοι και αλαλαγμός ασίγητος βροντάει».
Είπε και με την μάστιγα ξεκίνησε τους ίππους
κι εκείνοι ως την αισθάνθηκαν γοργά το αμάξι εφέραν
των Τρώων και των Αχαιών στην μέσην κι επατούσαν
νεκρούς και ασπίδες εις την γην· και κάτωθε το αξόνι
535και της αμάξης τα πλευρά μαυρίζαν απ᾽ το αίμα,
που επάνω τους εράντιζαν οι οπλές των τετραπόδων
και τα στεφάνια των τροχών· κι ελύσσ᾽ αυτός στο πλήθος
να ορμήσει μέσα των ανδρών· και συντριμμόν εις όλες
τες φάλαγγες των Δαναών γυρνώντας με το ξίφος
540και με την λόγχην έφερνε και με τρανά λιθάρια,
και μόνον με τον Αίαντα τον Τελαμωνιάδην
απέφευγε ν᾽ αγωνισθεί, διότι, αν πολεμούσε
μ᾽ άνδρ᾽ απ᾽ αυτόν καλύτερον, του αγανακτούσε ο Δίας.
Και στην ψυχήν του Αίαντος έβαλε ο Ζευς τον φόβον.
545Στέκει, απορεί, τες πλάτες του με την ασπίδα σκέπει,
φεύγει, αφού πρώτα εκοίταξε το πλήθος, ως θηρίον
αργοκινεί τα γόνατα και στρέφεται να βλέπει·
όμοια λεοντάρι πύρινον άνδρες του αγρού και σκύλοι
διώχνουν μακράν απ᾽ την αυλήν και ολόνυκτ᾽ αγρυπνώντας
550ν᾽ αρπάξει δεν του συγχωρούν το άνθος των βοδιών των,
κι εκείνο, από την όρεξη σπρωγμένο των κρεάτων,
ορμά πλην ανωφέλητα, με τόσην τόλμην ρίχνουν
ακόντια επάνω του οι βοσκοί και δέματ᾽ αναμμένα,
που τα φοβείται αν και λυσσά· και άμα χαράξ᾽ η ημέρα
555κατηφιασμένο αποχωρεί· παρόμοια τότε ο Αίας
από τους Τρώας έφευγε πολύ κατηφιασμένος
αθέλητα, φοβούμενος μη κάψουν τα καράβια.
Και ως όνος σ᾽ άκρην χωραφιού παιδόπουλα νικάει
απάθητος, και του ᾽σπασαν πολλά ραβδιά στην ράχην
560και στα βαθιά σπαρτά πατεί και κόβει το σιτάρι
και αν και τον δέρναν άκοπα μικρή ᾽ναι η δύναμίς των,
και μόλις όταν χορτασθεί να φύγει τον βιάζουν·
όμοια τον μέγαν Αίαντα τον Τελαμωνιάδη,
οι Τρώες οι απότολμοι και οι βοηθοί κτυπούσαν
565οπίσω του ακατάπαυστα στην μέσην της ασπίδας.
Κι εκείνος πότ᾽ εγύριζε την μάχην ν᾽ απαντήσει,
κι εκράτει αυτού τες φάλαγγες των ιπποδάμων Τρώων,
και πότε πάλι εστρέφετο να φύγει και αυτός μόνος
σ᾽ όλους τον δρόμον έφραζε προς τα γοργά καράβια
570ολόρθος, άγριος μεταξύ των Αχαιών και Τρώων.
Και από τ᾽ ακόντια, που έριχναν με λύσσαν, άλλα μέσα
εις την ασπίδα εμπήγονταν με ορμήν να προχωρήσουν,
πολλά στην μέσην και πριν ή γευθούν το λευκό σώμα
στην γην στυλώνονταν ορθά, για σάρκα πεινασμένα.
575Άμα τον είδε ο Ευρύπυλος λαμπρός Ευαιμονίδης
από τα βέλη τα πυκνά κακά βασανισμένον,
σιμά του εστήθη, ακόντισε με το λαμπρό κοντάρι
τον μέγαν Απισάονα Φαυσιάδην πολεμάρχον
εις το συκώτι κι έλυσε τα μέλη τ᾽ ανδρειωμένου.
580Και όρμησ᾽ ευθύς και τ᾽ άρματα του έπαιρνε απ᾽ τους ώμους.
Και ο Πάρις ο θεόμορφος, άμα τον είδ᾽ επάνω
εις τον νεκρόν, δεν άργησε το τόξο να τραβήξει
και μέσα στο δεξιό μερί τον ᾽πίτυχε το βέλος,
και το μερί τού εβάραινεν ως το καλάμι εκόπη.
585Εσύρθη στους συντρόφους του την μοίραν ν᾽ αποφύγει,
κι εφώναξε των Δαναών: «Ω φίλοι πολεμάρχοι,
ω των Αργείων αρχηγοί, γυρίσατε, σταθείτε
τον Αίαντα να σώσετε απ᾽ την σκληρήν ημέραν,
από τα βέλη πνίγεται και απ᾽ την καταραμένην
590μάχην δεν θα ᾽βγει ζωντανός, αλλ᾽ όλοι εδώ σταθείτε
σιμά στον μέγαν Αίαντα αντίμαχοι στους Τρώας».
Τον λαβωμένον άκουσαν κι εστήθηκαν πλησίον
φορώντας τες ασπίδες των, προβάλλοντες τες λόγχες.
Και ο Αίας τους απάντησεν, εγύρισε κι εστάθη,
595αφού στο πλήθος έφθασε των ποθητών συντρόφων.