350ἔασον, ὤ, τουτὶ τί ἦν; Ἄνδρες πονωπονηροί·
οὐ γάρ ποτ᾽ ἂν χρηστοί γ᾽ ἔδρων οὐδ᾽ εὐσεβεῖς τάδ᾽ ἄνδρες.
Χ. ΓΕ. τουτὶ τὸ πρᾶγμ᾽ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
Χ. ΓΥ. τί βδύλλεθ᾽ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
355καὶ μὴν μέρος γ᾽ ἡμῶν ὁρᾶτ᾽ οὔπω τὸ μυριοστόν.
Χ. ΓΕ. ὦ Φαιδρία, ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ᾽ ἐχρῆν τιν᾽ αὐταῖς;
Χ. ΓΥ. θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ᾽, ὅπως ἄν,
ἢν προσφέρῃ τὴν χεῖρά τις, μὴ τοῦτό μ᾽ ἐμποδίζῃ.
360Χ. ΓΕ. εἰ νὴ Δί᾽ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
Χ. ΓΥ. καὶ μὴν ἰδού· παταξάτω τις. στᾶσ᾽ ἐγὼ παρέξω,
κοὐ μή ποτ᾽ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
Χ. ΓΕ. εἰ μὴ σιωπήσει, θενών σου ᾽κκοκκιῶ τὸ γῆρας.
365Χ. ΓΥ. ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
Χ. ΓΕ. τί δ᾽, ἢν σποδῶ τοῖς κονδύλοις; τί μ᾽ ἐργάσει τὸ δεινόν;
Χ. ΓΥ. βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ᾽ ἐξαμήσω.
Χ. ΓΕ. οὐκ ἔστ᾽ ἀνὴρ Εὐριπίδου σοφώτερος ποητής·
οὐδὲν γὰρ ὧδε θρέμμ᾽ ἀναιδές ἐστιν ὡς γυναῖκες.
370Χ. ΓΥ. αἰρώμεθ᾽ ἡμεῖς θοὔδατος τὴν κάλπιν, ὦ Ῥοδίππη.
Χ. ΓΕ. τί δ᾽, ὦ θεοῖς ἐχθρά, σὺ δεῦρ᾽ ὕδωρ ἔχουσ᾽ ἀφίκου;
Χ. ΓΥ. τί δ᾽ αὖ σὺ πῦρ, ὦ τύμβ᾽, ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;
Χ. ΓΕ. ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
Χ. ΓΥ. ἐγὼ δέ γ᾽, ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
375Χ. ΓΕ. τοὐμὸν σὺ πῦρ κατασβέσεις; Χ. ΓΥ. τοὔργον τάχ᾽ αὐτὸ δείξει.
Χ. ΓΕ. οὐκ οἶδά σ᾽ εἰ τῇδ᾽ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
Χ. ΓΥ. εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν ‹γ᾽› ἐγὼ παρέξω.
Χ. ΓΕ. ἐμοὶ σὺ λουτρόν, ὦ σαπρά; Χ. ΓΥ. καὶ ταῦτα νυμφικόν γε.
Χ. ΓΕ. ἤκουσας αὐτῆς τοῦ θράσους; Χ. ΓΥ. ἐλευθέρα γάρ εἰμι.
380Χ. ΓΕ. σχήσω σ᾽ ἐγὼ τῆς νῦν βοῆς. Χ. ΓΥ. ἀλλ᾽ οὐκέθ᾽ ἡλιάζει.
Χ. ΓΕ. ἔμπρησον αὐτῆς τὰς κόμας. Χ. ΓΥ. σὸν ἔργον, ὦχελῷε.
Χ. ΓΕ. οἴμοι τάλας. Χ. ΓΥ. μῶν θερμὸν ἦν;
Χ. ΓΕ. ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
Χ. ΓΥ. ἄρδω σ᾽, ὅπως ἀμβλαστάνῃς.
385Χ. ΓΕ. ἀλλ᾽ αὗός εἰμ᾽ ἤδη τρέμων.
Χ. ΓΥ. οὐκοῦν, ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
|