ΤΡ. οὗτος μὲν οὐ μή σοι ποήσει ζημίαν.
ἀλλ᾽ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·
ἐναποπατεῖν γάρ ἐστ᾽ ἐπιτήδειος πάνυ—
Ο. Κ. παῦσαί μ᾽ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
1230ΤΡ. ὡδί, παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς;
Ο. Κ. ποίᾳ δ᾽ ἀποψήσει ποτ᾽, ὦμαθέστατε;
ΤΡ. τῃδί, διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμίας
καὶ τῇδ᾽. Ο. Κ. ἅμ᾽ ἀμφοῖν δῆτ᾽; ΤΡ. ἔγωγε νὴ Δία,
ἵνα μή γ᾽ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
1235Ο. Κ. ἔπειτ᾽ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;
ΤΡ. ἔγωγε νὴ Δί᾽, ὦπίτριπτ᾽. οἴει γὰρ ἂν
τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
Ο. Κ. ἴθι δή, ᾽ξένεγκε τἀργύριον. ΤΡ. ἀλλ᾽, ὦγαθέ,
θλίβει τὸν ὄρρον. ἀπόφερ᾽, οὐκ ὠνήσομαι.
1240Ο. Κ. τί δ᾽ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,
ἣν ἐπριάμην δραχμῶν ποθ᾽ ἑξήκοντ᾽ ἐγώ;
ΤΡ. μόλυβδον εἰς τουτὶ τὸ κοῖλον ἐγχέας
ἔπειτ᾽ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
1245Ο. Κ. οἴμοι καταγελᾷς. ΤΡ. ἀλλ᾽ ἕτερον παραινέσω.
τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,
ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
τὰ σῦκ᾽ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
1250Ο. Κ. ὦ δυσκάθαρτε δαῖμον, ὥς μ᾽ ἀπώλεσας,
ὅτ᾽ ἀντέδωκα κἀντὶ τῶνδε μνᾶν ποτέ.
καὶ νῦν τί δράσω; τίς γὰρ αὔτ᾽ ὠνήσεται;
ΤΡ. πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·
ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
1255Ο. Κ. οἴμ᾽, ὦ κρανοποί᾽, ὡς ἀθλίως πεπράγαμεν.
ΤΡ. οὗτος μὲν οὐ πέπονθεν οὐδέν. Ο. Κ. ἀλλὰ τί
ἔτ᾽ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
ΤΡ. ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποεῖν,
ἄμεινον ἢ νῦν αὔτ᾽ ἀποδώσεται πολύ.
1260Ο. Κ. ἀπίωμεν, ὦ δορυξέ. ΤΡ. μηδαμῶς γ᾽, ἐπεὶ
τούτῳ γ᾽ ἐγὼ τὰ δόρατα ταῦτ᾽ ὠνήσομαι.
Ο. Κ. πόσον δίδως δῆτ᾽; ΤΡ. εἰ διαπρισθείη δίχα,
λάβοιμ᾽ ἂν αὔτ᾽ εἰς χάρακας ἑκατὸν τῆς δραχμῆς.
Ο. Κ. ὑβριζόμεθα. χωρῶμεν, ὦ τᾶν, ἐκποδών.
1265ΤΡ. νὴ τὸν Δί᾽, ὡς τὰ παιδί᾽ ἤδη ᾽ξέρχεται
οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ᾽, ἵνα
ἅττ᾽ ᾄσεται προαναβάληταί, μοι δοκεῖ.
ἀλλ᾽ ὅ τι περ ᾄδειν ἐπινοεῖς, ὦ παιδίον,
αὐτοῦ παρ᾽ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ᾽νθαδί.
|