Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (21.526-21.611)


Ἑστήκει δ᾽ ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
ἐς δ᾽ ἐνόησ᾽ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ᾽ αὐτοῦ
Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
γίγνεθ᾽· ὁ δ᾽ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε,
530 ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
«πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾽, εἰς ὅ κε λαοὶ
ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγι᾽ ἔσεσθαι.
αὐτὰρ ἐπεί κ᾽ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
535 αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
αἱ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
ἀντίος ἐξέθορε, Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
540 οἱ δ᾽ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο,
δίψῃ καρχαλέοι, κεκονιμένοι ἐκ πεδίοιο
φεῦγον· ὁ δὲ σφεδανὸν ἔφεπ᾽ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
Ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
545 εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε,
φῶτ᾽ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι,
φηγῷ κεκλιμένος· κεκάλυπτο δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.
550 αὐτὰρ ὅ γ᾽ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον,
ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
«ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
555 αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
εἰ δ᾽ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ᾽ ἀπὸ τείχεος ἄλλῃ
φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ᾽ ἂν ἵκωμαι
Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
560 ἑσπέριος δ᾽ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·—
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;
μή μ᾽ ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ
καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
565 οὐκέτ᾽ ἔπειτ᾽ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ᾽ ἀνθρώπων.
εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
ἐν δὲ ἴα ψυχή, θνητὸν δέ φασ᾽ ἄνθρωποι
570 ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.»
Ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
575 ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
ἀλκῆς, πρίν γ᾽ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ, δῖος Ἀγήνωρ,
580 οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ᾽ Ἀχιλῆος.
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην,
ἐγχείῃ δ᾽ αὐτοῖο τιτύσκετο, καὶ μέγ᾽ ἀΰτει·
«ἦ δή που μάλ᾽ ἔολπας ἐνὶ φρεσί, φαίδιμ᾽ Ἀχιλλεῦ,
ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων,
585 νηπύτι᾽· ἦ τ᾽ ἔτι πολλὰ τετεύξεται ἄλγε᾽ ἐπ᾽ αὐτῇ.
ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
Ἴλιον εἰρυόμεσθα· σὺ δ᾽ ἐνθάδε πότμον ἐφέψεις,
ὧδ᾽ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.»
590Ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
καί ῥ᾽ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ᾽ ἀφάμαρτεν.
ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
σμερδαλέον κονάβησε· πάλιν δ᾽ ἀπὸ χαλκὸς ὄρουσε
βλημένου, οὐδ᾽ ἐπέρησε, θεοῦ δ᾽ ἠρύκακε δῶρα.
595 Πηλεΐδης δ᾽ ὡρμήσατ᾽ Ἀγήνορος ἀντιθέοιο
δεύτερος· οὐδ᾽ ἔτ᾽ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ,
ἡσύχιον δ᾽ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
αὐτὰρ ὁ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
600 αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
ἔστη πρόσθε ποδῶν, ὁ δ᾽ ἐπέσσυτο ποσσὶ διώκειν·
ἧος ὁ τὸν πεδίοιο διώκετο πυροφόροιο,
τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον,
τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δ᾽ ἄρ᾽ ἔθελγεν Ἀπόλλων,
605 ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
τόφρ᾽ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ᾽ ἔμπλητο ἀλέντων.
οὐδ᾽ ἄρα τοί γ᾽ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
μεῖναι ἔτ᾽ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
610 ὅς τ᾽ ἔθαν᾽ ἐν πολέμῳ· ἀλλ᾽ ἐσσυμένως ἐσέχυντο
ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.


Τότε ο σεβάσμιος Πρίαμος από τον θείον πύργον
νόησε τον θεόρατον Πηλείδη και τους Τρώας
που με ροπήν ακράτητην εφεύγαν έμπροσθέν του.
Και από τον πύργον βόγγοντας χάμω κατέβη ο γέρος
530τους θυρωρούς που φύλαγαν τα τείχη να διατάξει:
«Ανοίξετε και ολάνοικτον κρατείτε τον πυλώνα,
όσο που νά ᾽μπουν οι λαοί· κι εγγύς είναι ο Πηλείδης
τούτος οπού τους κυνηγά· μέγα κακό προβλέπω.
Και άμ᾽ αναπνεύσουν οι λαοί, στα τείχη τες σανίδες
535σεις πάλιν συναρμόσετε· ότι πολύ φοβούμαι
μη φθάσει μες στα τείχη μας να πέσει το θηρίον».
Και αυτοί τες πύλες άνοιξαν κι εσήκωσαν τους σύρτες
κι ήβραν τα πλήθη ανάσασιν· και ο Φοίβος πήδησ᾽ έξω
τους Τρώας από την ορμήν να σώσει του Αχιλλέως,
540που σκονισμένοι έτρεχαν, φρυμένοι από την δίψαν
κατά την πόλιν φεύγοντας και τα υψηλά τους τείχη·
κι επάνω τους ακράτητος λυσσομανούσ᾽ εκείνος
με το κοντάρι και πολύ διψούσε για την νίκην.
Τότε θα επαίρναν οι Αχαιοί την πυργωμένην Τροίαν,
545αν τον λαμπρόν Αγήνορα δεν εκινούσε ο Φοίβος,
εξαίσιον του Αντήνορος υιόν ανδρειωμένον.
Του ᾽βαλε θάρρος στην καρδιά, κι εστήθη αυτός σιμά του
μη βάλουν χέρι επάνω του οι μοίρες του θανάτου.
Κι εις ένα φράξο ακούμπησε σ᾽ ομίχλη τυλιγμένος.
550Και άμ᾽ ο Αγήνωρ νόησε τον πορθητήν Πηλείδην
εστάθη και στα στήθη του τρικύμιζε η καρδιά του.
Και είπε με παράπονον στην ανδρικήν ψυχήν του:
«Ω συμφορά μου, αν φύγω εμπρός του δυνατού Πηλείδου,
όπου φευγάτοι ροβολούν οι άλλοι, θα με πιάσει
555τόσο και τόσο και ως δειλόν θα μ᾽ αποκεφαλίσει.
Κι εάν αυτούς να βάζει εμπρός αφήσω τον Πηλείδην,
και από τα τείχη ξέμακρα στο Ιλιακό πεδίον
πετάξω και τα πόδια μου με φέρουν εις τα πλάγια
της Ίδης, μέσα να κρυφθώ στα φουντωτά της δάση,
560το βράδυ τότε θα ᾽λουα τον ίδρο στο ποτάμι
και θα κινούσα ήσυχος στην Ίλιον να γυρίσω.
Αλλά τι διαλογίζεται τούτα η ψυχή μου τώρα;
Και αν με νοήσει ενώ απ᾽ εδώ πετιούμαι στην πεδιάδα,
θα μου χυθεί σαν αστραπή και αφεύκτως θα με πιάσει
565και τότε από τον θάνατον κανείς δεν θα με σώσει.
Ότ᾽ είναι αυτός στην δύναμιν ο πρώτος των ανθρώπων.
Κι εάν στην πόλιν έμπροσθεν αντίμαχός του μείνω,
είναι στο σώμα λαβωτός απ᾽ τον χαλκόν κι εκείνος
και μίαν έχει την ψυχήν και όλοι θνητόν τον λέγουν·
570μόνον που ο Ζευς τον προτιμά και δόξαν του χαρίζει.
Είπ᾽, εμαζώχθη ακλόνητος εμπρός στον Αχιλλέα
και άναφτε για πόλεμον η ανδράγαθη ψυχή του.
Και όπως η πάρδαλις ορμά του λόγγου από το βάθος
ενάντια στον κυνηγόν, και μέσα στην ψυχή της
575δεν τρέμει τ᾽ αλυκτίσματα των σκύλων αν ακούσει·
και αν την λογχίσει ο κυνηγός ή και την ακοντίσει
και με το βέλος στο κορμί, δεν παύει από την μάχην
ως να πιασθεί πρώτα μ᾽ αυτόν ή πέσει σκοτωμένη·
ομοίως ο λαμπρός υιός του Αντήνορος να φύγει
580δεν ήθελεν πριν δοκιμήν να κάμει του Αχιλλέως.
Κι επρόβαλε κι εκράτει εμπρός την κυκλωτήν ασπίδα,
κι εκραύγαζ᾽ ενώ σκόπευεν αυτόν με το κοντάρι:
«Θαρρούσες ότι θα ᾽παιρνες, λαμπρότατε Αχιλλέα,
σήμερα την ακρόπολιν των αγερώχων Τρώων·
585κι εκείνη, ανόητε, πολλούς θα καταθλίψει ακόμη.
Ότι την Ίλιον πολλοί φυλάγομε ανδρειωμένοι,
να σώσομε τους γέρους μας γονείς και τες γυναίκες
και τα παιδιά μας· και συ εδώ θα βρεις τον θάνατόν σου,
και φοβερός και ατρόμητος πολεμιστής ως είσαι».
590Είπε· την λόγχην έριξε με τ᾽ ανδρειωμένο χέρι,
την κνήμην τού εκτύπησε στο γόνα του αποκάτω·
βρόντησε η κασσιτέρινη νεόχυτη κνημίδα
και του θεού δώρο και αυτή σταμάτησε την λόγχην
κι η λόγχη οπίσω εγύρισε απ᾽ όπου είχε κτυπήσει·
595στον θείον τότε Αγήνορα εχύθηκε ο Πηλείδης
και ο Φοίβος δεν τον άφησε την δόξαν ν᾽ αποκτήσει·
σήκωσε τον Αγήνορα με νέφος τυλιγμένον,
κι ήσυχον τον προβόδησε να φύγει από την μάχην,
και απ᾽ τον λαόν εμάκρυνε με τέχνην τον Πηλείδην·
600ομοιώθηκε απαράλλακτα του Αγήνορος κι εμπρός του
έμενε και όρμησε ο Αχιλλεύς και τον εκυνηγούσε·
κι ενώ αυτός κατόπι του στο κάρπιμο πεδίον
τον έστρεφε ακροπόταμα του βαθυρόου Ξάνθου,
και ολίγο τού επρότρεχε να τον πλανέσει ο Φοίβος
605για να θαρρεύει πάντοτε πως θα τον καταφθάσει,
οι άλλοι Τρώες φεύγοντας περίχαροι εχυθήκαν
στην πόλιν που όλη εγέμισε· και έξω από το τείχος
κανείς δεν επερίμενε τον άλλον δια να μάθει
ποιος έπεσε στον πόλεμον, ποιος πρόφθασε να φύγει,
610αλλά στην πόλιν να κλεισθούν περίχαροι όλοι ορμήσαν
όσοι ποδιών τους έσωσε γοργότης και γονάτων.