Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (15.514-15.591)


Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
515 ἔνθ᾽ Ἕκτωρ μὲν ἕλε Σχεδίον, Περιμήδεος υἱόν,
ἀρχὸν Φωκήων, Αἴας δ᾽ ἕλε Λαοδάμαντα
ἡγεμόνα πρυλέων, Ἀντήνορος ἀγλαὸν υἱόν·
Πουλυδάμας δ᾽ Ὦτον Κυλλήνιον ἐξενάριξε,
Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
520 τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὁ δ᾽ ὕπαιθα λιάσθη
Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
δούπησεν δὲ πεσών· ὁ δ᾽ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.
525 τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ, αἰχμῆς ἐῢ εἰδώς,
Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱόν,
Λαομεδοντιάδης, εὖ εἰδότα θούριδος ἀλκῆς,
ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
530 τόν ῥ᾽ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς
ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
ἐς πόλεμον φορέειν, δηΐων ἀνδρῶν ἀλεωρήν·
ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ᾽ ὄλεθρον.
535 τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
κύμβαχον ἀκρότατον νύξ᾽ ἔγχεϊ ὀξυόεντι,
ῥῆξε δ᾽ ἀφ᾽ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
κάππεσεν ἐν κονίῃσι, νέον φοίνικι φαεινός.
ἧος ὁ τῷ πολέμιζε μένων, ἔτι δ᾽ ἔλπετο νίκην,
540 τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,
στῆ δ᾽ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ᾽ ὦμον ὄπισθεν·
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα,
πρόσσω ἱεμένη· ὁ δ᾽ ἄρα πρηνὴς ἐλιάσθη.
τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε᾽ ἀπ᾽ ὤμων
545 συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
πᾶσι μάλα, πρῶτον δ᾽ Ἱκεταονίδην ἐνένιπεν,
ἴφθιμον Μελάνιππον. ὁ δ᾽ ὄφρα μὲν εἰλίποδας βοῦς
βόσκ᾽ ἐν Περκώτῃ, δηΐων ἀπονόσφιν ἐόντων·
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
550 ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
ναῖε δὲ πὰρ Πριάμῳ, ὁ δέ μιν τίεν ἶσα τέκεσσι·
τόν ῥ᾽ Ἕκτωρ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
«οὕτω δή, Μελάνιππε, μεθήσομεν; οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
555 οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε᾽ ἕπουσιν;
ἀλλ᾽ ἕπευ· οὐ γὰρ ἔτ᾽ ἔστιν ἀποσταδὸν Ἀργείοισι
μάρνασθαι, πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ κατ᾽ ἄκρης
Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.»
Ὣς εἰπὼν ὁ μὲν ἦρχ᾽, ὁ δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς·
560 Ἀργείους δ᾽ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·
«ὦ φίλοι, ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ᾽ ἐνὶ θυμῷ,
ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
αἰδομένων δ᾽ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.»
565Ὣς ἔφαθ᾽, οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
ἐν θυμῷ δ᾽ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
Ἀντίλοχον δ᾽ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
«Ἀντίλοχ᾽, οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
570 οὔτε ποσὶν θάσσων οὔτ᾽ ἄλκιμος ὡς σὺ μάχεσθαι·
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.»
Ὣς εἰπὼν ὁ μὲν αὖτις ἀπέσσυτο, τὸν δ᾽ ὀρόθυνεν·
ἐκ δ᾽ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
ἀμφὶ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
575 ἀνδρὸς ἀκοντίσσαντος· ὁ δ᾽ οὐχ ἅλιον βέλος ἧκεν,
ἀλλ᾽ Ἱκετάονος υἱόν, ὑπέρθυμον Μελάνιππον,
νισόμενον πόλεμόνδε βάλε στῆθος παρὰ μαζόν.
δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἀντίλοχος δ᾽ ἐπόρουσε κύων ὥς, ὅς τ᾽ ἐπὶ νεβρῷ
580 βλημένῳ ἀΐξῃ, τόν τ᾽ ἐξ εὐνῆφι θορόντα
θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
ὣς ἐπὶ σοί, Μελάνιππε, θόρ᾽ Ἀντίλοχος μενεχάρμης
τεύχεα συλήσων· ἀλλ᾽ οὐ λάθεν Ἕκτορα δῖον,
ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
585 Ἀντίλοχος δ᾽ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
590 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.


Τους άναψαν οι λόγοι του κι εκεί τότ᾽ ο Σχεδίος
515φονεύθη από τον Έκτορα, βλαστός του Περιμήδη
και των Φωκέων αρχηγός· του Αντήνορος το αγόρι,
Λαοδάμαντ᾽, άρχοντα των πεζών θανάτωσεν ο Αίας·
και ο Πολυδάμας φόνευσε τον Ώτον, που ᾽χεν έλθει
απ᾽ την Κυλλήνην αρχηγός των Επειών γενναίων·
520νεκρόν τον είδε και όρμησεν ο σύντροφός του Μέγης·
και ο Πολυδάμας κλίνοντας εξέφυγε, ότι ο Φοίβος
δεν άφην᾽ εκεί πρόμαχος να πέσει ο υιός του Πάνθου·
αλλά του Κροίσμου επέρασε το στήθος με την λόγχην.
Με βρόντον έπεσε, κι ενώ τον έγδυνεν ο Μέγης,
525ο Δόλοψ άξιος λογχιστής τού εχύθη ο Λαμπετίδης,
άνδρα πολεμικότατον τον είχε σπείρει ο Λάμπος,
υιός του Λαομέδοντος των πολεμάρχων πρώτος·
κείνος με λόγχην κτύπησεν εγγύθεν την ασπίδα
του Μέγητος· αλλ᾽ έσωσεν ο θώρακας τον νέον,
530ο στερεός, που έναν καιρόν είχε ο Φυλεύς τον φέρει
όθε ο Σελλήεις ποταμός στην Έφυραν κυλάει·
φίλος του τον εχάρισεν ο Ευφήτης πολεμάρχος
προφυλακήν απ᾽ τον εχθρόν να τον φορεί στην μάχην·
κι εκείνος τώρα εγλίτωσε τα στήθη του παιδιού του.
535Και ο Μέγης κει του Δόλοπος την περικεφαλαίαν
στην κορυφήν ελόγχισε του φουντωμένου κώνου,
ξεσπάσθη με την χαίτην του κι εκύλησεν ο λόφος
στα χώματα νεοστίλβωτος από λαμπρήν πορφύραν.
Και ως πολεμούσ᾽ ελπίζοντας νίκην ακόμη ο Δόλοψ,
540πρόφθασεν ο Μενέλαος χωρίς να τον νοήσει,
πλάγια τού εστήθη και όπισθεν τον κτύπησε στον ώμον
το στήθος όλο πέρασε με ορμήν να προχωρήσει
η λόγχη· κι έπεσεν αυτός επίστομα στο χώμα.
Και ως έτρεχαν απ᾽ τ᾽ άρματα εκείνοι να τον γδύνουν
545τους αδελφούς ονείδισεν ο Έκτωρ, αλλά πρώτον
το τέκνον του Ικετάονος, Μελάνιππον ανδρείον.
Εκείνος πριν λαός εχθρός πατήσει στην Τρωάδα,
μόσχους καλούς εις τες βοσκές εφύλα της Περκώτης
και ότ᾽ έφθασαν των Δαναών τα ισόπλευρα καράβια
550στην Ίλιον πάλε ανέβηκε κι έλαμπε μες στους Τρώας,
και ο Πρίαμος στο σπίτι του τον είχε ωσάν παιδί του
Εκείνον κατά πρόσωπον τότ᾽ αποπήρε ο Έκτωρ:
«Έτσι θα μείνομ᾽ άνεργοι, Μελάνιππε; Δεν έχεις
πόνον για τον εξάδελφον; Δεν βλέπεις πώς μαλάζουν
555τ᾽ άρματα εκεί του Δόλοπος; Αλλ᾽ ακολούθησέ με·
πλέον δεν γίνεται μακράν μ᾽ αυτούς να πολεμούμε,
όσο να τους σκοτώσουμεν ή εκείνοι από τον πάτον
την Ίλιον ρίξουν και σφαγούν μέσα οι πολίτες όλοι».
Είπ᾽, εκινήθη και σ᾽ αυτόν κατόπι ο θείος άνδρας.
560Και ο μέγας Αίας φώναξε να σπρώξει τους Αργείους:
«Άνδρες, σταθείτε, κι εντροπή μέσα αισθανθείτε, ω φίλοι,
Ένας τον άλλον στους δεινούς αγώνες εντραπείτε,
να σώσει δύνατ᾽ η εντροπή τους άνδρες, όχι ο φόβος,
και σ᾽ όσους φεύγουν δύναμις, και δόξα δεν γεννάται».
565Αισθάνθηκαν τον λόγον του και μόνοι τους στην μάχην
πρόθυμοι, και με χάλκινον προπύργιον τα καράβια
έφραξαν· κι έσπρωξεν ο Ζευς επάνω των τους Τρώας.
Ο ανδράγαθος Μενέλαος τότ᾽ είπε του Αντιλόχου:
«Αντίλοχε, των Αχαιών άλλον δεν βλέπω νέον
570ωσάν εσέ πτερόποδα και ατρόμητον στην μάχην·
να ορμούσες να δοκίμαζε την λόγχην σου κανένας! »
Αυτά ᾽πε και ανεχώρησε, και θαρρετός ο νέος
απ᾽ τους προμάχους όρμησε και γύρω του κοιτώντας
ακόντισε αναμέρησαν στου ανδρός τ᾽ ακόντ᾽ οι Τρώες,
575αλλά δεν βγήκε μάταιον, και τον ανδρειωμένον
υιόν του Ικετάονος Μελάνιππον, που ορμούσε
στην μάχην, τον εκτύπησε, προς τον μαστόν, η λόγχη.
Με βρόντον πέφτει και κροτούν επάνω τ᾽ άρματά του·
του όρμησ᾽ επάν᾽ ο Αντίλοχος, σαν σκύλος εις το ελάφι,
580που ως επηδούσε απ᾽ την μονιά, του κυνηγού το ακόντι
τον ήβρε κι εξεψύχησε· παρόμοια στο κορμί σου
όρμησεν, ω Μελάνιππε, τα όπλα να σου πάρει
ο Αντίλοχος· αλλ΄ έδραμεν απ᾽ όπου επολεμούσε
ο θείος Έκτωρ κατ᾽ αυτόν, κι εκείνος έμπροσθέν του
585δεν έμεινε αν και ανδράγαθος, ότι τον πήρε φόβος,
κι έφυγε, ως κάνει το θεριό, που έχει κακουργήσει,
πόκοψε σκύλον ή βοσκόν που μόσχους εφυλάγαν,
και φεύγει πριν συναθροισθούν πολλοί να το κτυπήσουν.
Και ως έφευγε με αλαλαγμούς βέλη πολλά του εχύναν
590οι Τρώες με τον Έκτορα· κι εστάθη ο Νεστορίδης
εκεί που ήσαν οι σύντροφοι κι εστράφη προς τους Τρώας.