Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (7.303-7.364)


Ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον,
σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
305 Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
τὼ δὲ διακρινθέντε ὁ μὲν μετὰ λαὸν Ἀχαιῶν
ἤϊ᾽, ὁ δ᾽ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
310 καί ῥ᾽ ἦγον προτὶ ἄστυ, ἀελπτέοντες σόον εἶναι.
Αἴαντ᾽ αὖθ᾽ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
εἰς Ἀγαμέμνονα δῖον ἄγον, κεχαρηότα νίκῃ.
Οἱ δ᾽ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
315 ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
τὸν δέρον ἀμφί θ᾽ ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
320 δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
νώτοισιν δ᾽ Αἴαντα διηνεκέεσσι γέραιρεν
ἥρως Ἀτρεΐδης, εὐρὺ κρείων Ἀγαμέμνων.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
325 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
«Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
330 ἐσκέδασ᾽ ὀξὺς Ἄρης, ψυχαὶ δ᾽ Ἄϊδόσδε κατῆλθον·
τῶ σε χρὴ πόλεμον μὲν ἅμ᾽ ἠοῖ παῦσαι Ἀχαιῶν,
αὐτοὶ δ᾽ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
τυτθὸν ἀποπρὸ νεῶν, ὥς κ᾽ ὀστέα παισὶν ἕκαστος
335 οἴκαδ᾽ ἄγῃ, ὅτ᾽ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
τύμβον δ᾽ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου· ποτὶ δ᾽ αὐτὸν δείμομεν ὦκα
πύργους ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
ἐν δ᾽ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
340 ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
χ᾽ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
μή ποτ᾽ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
345 Τρώων αὖτ᾽ ἀγορὴ γένετ᾽ Ἰλίου ἐν πόλει ἄκρῃ,
δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
τοῖσιν δ᾽ Ἀντήνωρ πεπνυμένος ἦρχ᾽ ἀγορεύειν·
«κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
350 δεῦτ᾽ ἄγετ᾽, Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ᾽ ὅρκια πιστὰ
ψευσάμενοι μαχόμεσθα· τῶ οὔ νύ τι κέρδιον ἡμῖν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.»
Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη
355 δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
«Ἀντῆνορ, σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ᾽ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
360 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω·
ἀντικρὺ δ᾽ ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω·
κτήματα δ᾽ ὅσσ᾽ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
πάντ᾽ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι.»


Και ως είπε του επρόσφερεν αργυροκαρφωμένο
ξίφος με το θηκάρι του και κρεμαστήρι ωραίο·
305ζώνην με κόκκινην βαφήν του χάρισεν ο Αίας·
και αποχωρήσαν στον λαόν των Αχαιών ο Αίας,
ο Έκτωρ εις τον Τρωικόν, κι εχάρηκαν οι Τρώες,
ως ζωντανόν και αλάβωτον τον είδαν αφού μόλις
εξέφυγε απ᾽ του Αίαντος τα χέρια τ᾽ ανδρειωμένα
310ανέλπιστα, και όλοι φαιδροί στην πόλιν τον επήραν.
Κι οι Αχαιοί τον Αίαντα, φαιδρόν από την νίκην,
του θείου Αγαμέμνονος εις την σκηνήν επήραν·
και του Ατρείδη ότ᾽ έφθασαν εις τες σκηνές εκείνοι
βόδι εθυσίασε δι᾽ αυτούς ο μέγας βασιλέας
315αρσενικό πεντάχρονο στον ύψιστον Κρονίδην.
Το γδάραν, το συγύρισαν και αφού το τεταρτιάσαν,
με τέχνην το ελιάνισαν, το πέρασαν στες σούβλες
και αφού το ψήσαν εύμορφα χωρίσαν τες μερίδες
και άμ᾽ απ᾽ τον κόπον έπαυσαν κι ετοίμασαν το γεύμα,
320ετρώγαν και όλ᾽ ισόμοιρα χαρήκαν το τραπέζι.
Τότε τον θείον Αίαντα ο μέγας Αγαμέμνων
μ᾽ όλόκληρην ετίμησε την νεφραμιά του μόσχου·
και του φαγιού και του πιοτού την όρεξη αφού σβήσαν,
πρώτος ο γέρος άρχισε σκέψιν εμπρός να φέρει
325ο Νέστωρ, οπού η γνώμη του ως πρώτα επροτιμήθη·
εκείνος τους αγόρευσε καλόγνωμα και είπε:
«Ατρείδη, των Παναχαιών σεις άλλοι πολεμάρχοι,
των ανδρειωμένων Αχαιών πολλοί ᾽ναι αποθαμένοι,
που με το μαύρον αίμα τους τες όχθες του Σκαμάνδρου
330έβαψ᾽ ο Άρης κι οι ψυχές κατέβηκαν στον Άδην·
όθεν από τον πόλεμον θα παύσεις· και άμα φέξει
εδώ θα μεταφέρουμε με αμάξια τους νεκρούς μας·
και θα τους καύσομε μακράν ολίγο από τα πλοία,
και των αγαπημένων του τα κόκαλα θα πάρει
335καθείς όταν γυρίσουμε στην ποθητήν πατρίδα·
και απ᾽ το πεδίον πάγκοινον θα υψώσουμ᾽ έναν τάφον
εις την πυράν ολόγυρα, και θα κτισθούν στο πλάγι
πύργ᾽ υψηλοί, προφυλακή σ᾽ εμάς και στα καράβια.
Πύλες κατόπιν στερεές θα κάμουμε στους πύργους,
340πλατιές, δια να ᾽χουν διάβασιν τ᾽ αμάξια με τους ίππους,
κι εγγύς των πύργων έξωθεν βαθύς να γίνει λάκκος,
που τον λαόν και τ᾽ άλογα θέν᾽ ασφαλίσει οπόταν
ορμήσει πόλεμος βαρύς των αγερώχων Τρώων».
Έπαυσε και όλ᾽ οι βασιλείς ό,τ᾽ είπεν εδεχθήκαν·
345και ωστόσο στην ακρόπολιν, στες πύλες του Πριάμου,
με κρότον και με θόρυβον συνάζονταν οι Τρώες.
Τον λόγον πήρε ο φρόνιμος Αντήνωρ και τους είπε:
«Ακούτε, Τρώες, Δάρδανοι, κι όσ᾽ είσθε βοηθοί μας,
ό,τι στα στήθη μου η ψυχή να ειπώ παρακινεί με.
350Ελάτ᾽ ευθύς, των Ατρειδών την Άργισσαν Ελένην
μ᾽ όλα τα πλούτη ας δώσομε· πατήσαμε τους όρκους
και πολεμούμ᾽ επίορκα· δια τούτο αν πράξομ᾽ άλλο
απ᾽ ό,τι λέγω, όχι καλό το τέλος μας προβλέπω».
Είπεν αυτός κι εκάθισε· κι ευθύς σηκώθη ο θείος
355Αλέξανδρος ο σύντροφος της εύμορφης Ελένης
κι εκείνον επροσφώνησε με λόγια φτερωμένα:
«Αντήνορ, δεν αρέσκομαι ποσώς σ᾽ αυτά που λέγεις·
και λόγον τούτου ορθότερον να βγάλ᾽ ηξεύρει ο νους σου.
Αλλ᾽ αν τον λέγεις σοβαρά και μέτωρο δεν είναι,
360τότε θα ειπώ, πως οι θεοί τα λογικά σού πήραν·
και θα ομιλήσω καθαρά των ιπποδάμων Τρώων·
το λέγω κατά πρόσωπον δεν δίδω εγώ την νέαν,
όμως να δώσω είμ᾽ έτοιμος τους θησαυρούς που επήρα
από το Άργος και πολλά δικά μου να προσθέσω».