Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (7.1-7.53)


Ραψωδία Η


Ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
τῷ δ᾽ ἅμ᾽ Ἀλέξανδρος κί᾽ ἀδελφεός· ἐν δ᾽ ἄρα θυμῷ
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι 5
πόντον ἐλαύνοντες, καμάτῳ δ᾽ ὑπὸ γυῖα λέλυνται,
ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
Ἔνθ᾽ ἑλέτην ὁ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος,
Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
γείνατ᾽ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· 10
Ἕκτωρ δ᾽ Ἠϊονῆα βάλ᾽ ἔγχεϊ ὀξυόεντι
αὐχέν᾽ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς, Λυκίων ἀγὸς ἀνδρῶν,
Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
Δεξιάδην, ἵππων ἐπιάλμενον ὠκειάων, 15
ὦμον· ὁ δ᾽ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
Τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
βῆ ῥα κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα
Ἴλιον εἰς ἱερήν· τῇ δ᾽ ἀντίος ὄρνυτ᾽ Ἀπόλλων 20
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
«τίπτε σὺ δὴ αὖ μεμαυῖα, Διὸς θύγατερ μεγάλοιο,
ἦλθες ἀπ᾽ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; 25
ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
ἀλλ᾽ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
σήμερον· ὕστερον αὖτε μαχήσοντ᾽, εἰς ὅ κε τέκμωρ 30
Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.»
Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«ὧδ᾽ ἔστω, ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
ἦλθον ἀπ᾽ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. 35
ἀλλ᾽ ἄγε, πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;»
Τὴν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
«Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, 40
οἱ δέ κ᾽ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
τῶν δ᾽ Ἕλενος, Πριάμοιο φίλος παῖς, σύνθετο θυμῷ
βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· 45
στῆ δὲ παρ᾽ Ἕκτορ᾽ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
«Ἕκτορ, υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε,
ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος 50
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
ὧς γὰρ ἐγὼν ὄπ᾽ ἄκουσα θεῶν αἰειγενετάων.»


Ραψωδία Η

Ἕκτορος καὶ Αἴαντος μονομαχία. Νεκρῶν ἀναίρεσις.

Είπε, τες Πύλες άφησε κι εβγήκε ο μέγας Έκτωρ·
και ο αδελφός του Αλέξανδρος εβάδιζε σιμά του
και ολόγυρα τον πόλεμον, την μάχην εδιψούσαν.
Και ως όταν πρίμος άνεμος από θεόν εστάλη,
5στους ναύτες πολυπόθητος, που κατακουρασμένοι
με τα καλόξυστα κουπιά το πέλαγος οργώνουν,
τόσο κι εκείνοι ποθητοί φανήκαν εις τους Τρώας.
Αμέσως τον Μενέσθιον εγκάτοικον της Άρνης,
που γέννησ᾽ ο Αρηίθοος, ροπαλοφόρος άνδρας,
10κι η ωραία Φυλομέδουσα, νεκρόν τον ρίχνει ο Πάρις.
Ο Έκτωρ εις τον τράχηλον λογχίζει τον Ηονέα
κάτω από το καλόχαλκο στεφάνι, ώστ᾽ ενεκρώθη.
Και των Λυκίων ο αρχηγός, ο Ιππολοχίδης Γλαύκος,
τον Δεξιάδην κτύπησεν Ιφίνοον στην πλάτην,
15ως εις τ᾽ αμάξι ανέβαινε στην ταραχήν της μάχης,
κι έπεσεν απ᾽ την άμαξαν κι εβγήκεν η ψυχή του.
Και ως τους ενόησ᾽ η Αθηνά, που στον δεινόν αγώνα
τους Αχαιούς εσύντριβαν, εχύθη από του Ολύμπου
τες κορυφές κι εστάθηκε στην ιερήν Τρωάδα.
20Την ξάνοιξε απ᾽ την Πέργαμον ο Απόλλων κι ήλθ᾽ εμπρός της·
των Τρώων ήθελεν αυτός την νίκην· τότε οι δύο
αθάνατοι απαντήθηκαν κει που ᾽ναι ρίζα φράξου.
Πρώτος ο γόνος του Διός ο Απόλλων σ᾽ αυτήν είπε:
«Τι πάλιν απ᾽ τον Όλυμπον, ω κόρη του Κρονίδη,
25όρμησες, καθώς σ᾽ έσπρωξεν η μεγαλοψυχία;
Στους Δαναούς συ βούλεσαι την νίκην να γυρίσεις,
ότι ποσώς τον όλεθρον δεν συμπονείς των Τρώων.
αλλ᾽ αν δεχθείς ό,τι θα ειπώ, θαρρώ που θα ωφελήσεις.
Δια σήμερον ας παύσομεν τον φονικόν αγώνα·
30θα πολεμήσουν ύστερον, έως ότου της Ιλίου
το τέλος νά ᾽βρουν, επειδή σας των θεών των δύο
τούτην να εξολοθρεύσετε την πόλιν τόσο αρέσει».
Τότε η γλαυκόματη Αθηνά του είπε: «Μακροβόλε,
ας γίνει αυτό που επιθυμείς· μ᾽ αυτήν κι εγώ την γνώμην
35κατέβηκ᾽ απ᾽ τον Όλυμπον στους Αχαιούς και Τρώας.
Αλλά ειπέ, πώς των ανδρών την μάχην θενά παύσεις; »
Και ο Φοίβος του Διός υιός σ΄ εκείνην απαντούσε:
«Του Έκτορος ας σπρώξομε την φλογερήν καρδίαν,
έναν από τους Δαναούς να προκαλέσει μόνος,
40αντίπαλοι να κτυπηθούν εις φονικόν αγώνα,
και αυτοί θα φιλοτιμηθούν έναν να σπρώξουν άνδρα
που με τον θείον Έκτορα να πολεμήσει μόνος».
Αυτά ᾽πε και η γλαυκόματη θεά τον λόγον στέργει.
Και ο Πριαμίδης Έλενος ενόησε την γνώμην,
45που άρεσε των δύο θεών αυτού που εβουλευόνταν·
τον Έκτορα επλησίασε και του ᾽πε: «Ω Πριαμίδη
Έκτορ᾽, οπού στην φρόνησιν ομοιάζεις με τον Δία,
θα εδέχοσουν ό,τι θα ειπώ; Είμαι αδελφός σου· κάμε
οι Τρώες όλοι κ᾽ οι Αχαιοί να παύσουν, να καθίσουν,
50και συ τον ανδρειότερον των Αχαιών εις μάχην
προκάλεσε ν᾽ αγωνισθεί μόνος με σένα μόνον·
ότι δεν ήλθ᾽ η ώρα σου στον πόλεμον να πέσεις·
στον νουν μου το εφανέρωσε φωνή των αθανάτων».