Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (6.466-6.529)


Ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
ἂψ δ᾽ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθείς,
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
470 δεινὸν ἀπ᾽ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
ἐκ δὲ γέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ,
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
αὐτὰρ ὅ γ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσίν,
475 εἶπε δ᾽ ἐπευξάμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσι·
«Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι
παῖδ᾽ ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν,
ὧδε βίην τ᾽ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
καί ποτέ τις εἴποι “πατρός γ᾽ ὅδε πολλὸν ἀμείνων”
480 ἐκ πολέμου ἀνιόντα· φέροι δ᾽ ἔναρα βροτόεντα
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.»
Ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παῖδ᾽ ἑόν· ἡ δ᾽ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
δακρυόεν γελάσασα· πόσις δ᾽ ἐλέησε νοήσας,
485 χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
μοῖραν δ᾽ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
490 ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· πόλεμος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.»
Ὣς ἄρα φωνήσας κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ
495 ἵππουριν· ἄλοχος δὲ φίλη οἶκόνδε βεβήκει
ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας
Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ᾽ ἔνδοθι πολλὰς
ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
500 αἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι, προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
ἀλλ᾽ ὅ γ᾽, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα, ποικίλα χαλκῷ,
505 σεύατ᾽ ἔπειτ᾽ ἀνὰ ἄστυ, ποσὶ κραιπνοῖσι πεποιθώς.
ὡς δ᾽ ὅτε τις στατὸς ἵππος, ἀκοστήσας ἐπὶ φάτνῃ,
δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων,
εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο,
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
510 ὤμοις ἀΐσσονται· ὁ δ᾽ ἀγλαΐηφι πεποιθώς,
ῥίμφα γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων·
ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
τεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ ἐβεβήκει
καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ᾽ ἔπειτα
515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεόν, εὖτ᾽ ἄρ᾽ ἔμελλε
στρέψεσθ᾽ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
«ἠθεῖ᾽, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
δηθύνων, οὐδ᾽ ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες;»
520Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
«δαιμόνι᾽, οὐκ ἄν τίς τοι ἀνήρ, ὃς ἐναίσιμος εἴη,
ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ᾽ ἐμὸν κῆρ
ἄχνυται ἐν θυμῷ, ὅθ᾽ ὑπὲρ σέθεν αἴσχε᾽ ἀκούω
525 πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
ἀλλ᾽ ἴομεν· τὰ δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽, αἴ κέ ποθι Ζεὺς
δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν,
ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.»


Και ο μέγας Έκτωρ άπλωσε τα χέρια στο παιδί του·
έσκουξ᾽ εκείνο κι έγειρε στο στήθος της βυζάστρας·
φοβήθη τον πατέρα του καθώς είδε ν᾽ αστράφτουν
τ᾽ άρματα και απ᾽ την κόρυθα της περικεφαλαίας
470την χαίτην που τρομακτικώς επάνω του εσειόνταν·
εγέλασε ο πατέρας του και η σεβαστή μητέρα·
και ο μέγας Έκτωρ έβγαλε την περικεφαλαία
και καταγής την έθεσεν οπού λαμποκοπούσε.
Εφίλησε κι εχόρευσε στα χέρια το παιδί του
475κι έπειτα ευχήθη στους θεούς κι είπε: «Ω πατέρα Δία,
κι όλ᾽ οι επουράνιοι θεοί, δώσετε εις το παιδί μου
τούτο, ως εδώκατε εις εμέ, στο γένος του να λάμπει,
στ᾽ άρματα μέγας, δυνατός στην Ίλιον βασιλέας,
και ως έρχεται απ᾽ τον πόλεμον μ᾽ άρματα αιματωμένα
480εχθρού που εφόνευσε, να ειπούν: καλύτερος εδείχθη
και του πατρός του, και χαράν θα αισθάνεται η μητέρα».
Ως είπε αυτά, στην αγκαλιά της ποθητής συμβίας
το βρέφος έβαλε και αυτή στο μυροβόλο στήθος
το πήρε γελοκλαίοντας· την ελυπήθη εκείνος,
485εχάιδευσέ την κι έλεγε: «Αγαπητή, μη θέλεις
τόσο δι᾽ εμέ να θλίβεσαι, στοχάσου ότι στον Άδη
δεν θα με στείλει άνθρωπος η ώρα μου πριν φθάσει·
και άνθρωπος άμα γεννηθεί είτε γενναίος είναι,
είτε δειλός δεν δύναται τη μοίρα ν᾽ αποφύγει.
490Αλλ᾽ άμε σπίτι, έχε στον νουν τα έργα τα δικά σου,
την ηλακάτην, τ᾽ αργαλειό, και πρόσταζε τες κόρες
να εργάζονται· στον πόλεμον θα καταγίνουν όλοι
οι άνδρες που εγεννήθησαν στην Τροίαν κι εγώ πρώτος».
Είπε και πάλι εφόρεσε την περικεφαλαίαν.
495Και προς το σπίτι εκίνησεν η αγαπητή γυνή του
κι εσυχνογύριζε να ιδεί με μάτια δακρυσμένα.
Εις του ανδροφόνου Έκτορος την υψηλήν οικίαν
έφθασε κι εύρηκεν εκεί των γυναικών το πλήθος
κι απ᾽ την ψυχήν τους έκαμεν ο θρήνος ν᾽ αναβρύσει.
500Και ζωντανόν τον Έκτορα στο σπίτι του εθρηνούσαν,
θαρρώντας που απ᾽ τον πόλεμον κι απ᾽ τ᾽ ανδρειωμένα χέρια
των Αχαιών δεν θα σωθεί και δεν θα γύρει πλέον.
Αλλά δεν αργοπόρησε στα δώματά του ο Πάρις·
εζώσθη τα πολύχαλκα και υπέρλαμπρα άρματά του,
505την πόλιν γοργά διάβηκεν, ως ήταν πτεροπόδης·
και ως όταν σπάσει τον δεσμόν καλοθρεμμένος ίππος,
βροντά τετραποδίζοντας στην ανοικτήν πεδιάδα,
να λούεται στο καθαρό ποτάμι μαθημένος·
την κεφαλήν κρατεί υψηλά, την χαίτην ανεμίζει,
510και υπερηφανευόμενον στα κάλλη του τον φέρνουν
στες μαθημένες του βοσκές γοργά τα γόνατά του,
ομοίως απ᾽ την Πέργαμον ο Πριαμίδης Πάρις
περήφανος κατέβαινε με πόδια φτερωμένα
και στ᾽ άρματα ωσάν ήλιος λαμποκοπούσεν όλος.
515Τον θείον εύρηκε αδελφόν κει πόμελλε να στρέψει
απ᾽ όπου με την ποθητήν γυναίκα του ομιλούσε.
Και πρώτος ο θεόμορφος Αλέξανδρος του είπε:
«Έγκαιρα δεν επρόφθασα, καθώς έχεις προστάξει,
ω σεβαστέ μου· σε κρατώ και συ πολύ σπουδάζεις».
520Και προς αυτόν απάντησεν ο λοφοσείστης Έκτωρ:
«Γλυκέ μου, αν είναι δίκαιος, κανείς δεν θα σε ψέγει
στα έργα τα πολεμικά και ανδρειωμένος είσαι·
το θέλεις και οκνηρεύεσαι, και μέσα μου λυπούμαι,
όταν πολλούς ονειδισμούς ενάντια σου προφέρουν
525οι Τρώες που εξαιτίας σου βαρύν έχουν αγώνα.
Ας πάμε και θα διορθωθούν τούτ᾽ αν θελήσει ο Δίας
να στήσομεν στα σπίτια μας ελεύθερον κρατήρα,
προσφοράν όλων των θεών μεγάλων, αιωνίων,
άμ᾽ απ᾽ την Τροίαν διώξομεν των Αχαιών τα πλήθη».