Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (6.1-6.71)


Ραψωδία Ζ


Τρώων δ᾽ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιο
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα,
μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
Αἴας δὲ πρῶτος Τελαμώνιος, ἕρκος Ἀχαιῶν, 5
Τρώων ῥῆξε φάλαγγα, φόως δ᾽ ἑτάροισιν ἔθηκεν,
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο,
υἱὸν Ἐϋσσώρου, Ἀκάμαντ᾽ ἠΰν τε μέγαν τε.
τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω 10
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἄξυλον δ᾽ ἄρ᾽ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
ἀφνειὸς βιότοιο, φίλος δ᾽ ἦν ἀνθρώποισι·
πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. 15
ἀλλά οἱ οὔ τις τῶν γε τότ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον
πρόσθεν ὑπαντιάσας, ἀλλ᾽ ἄμφω θυμὸν ἀπηύρα,
αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ᾽ ἵππων
ἔσκεν ὑφηνίοχος· τὼ δ᾽ ἄμφω γαῖαν ἐδύτην.
Δρῆσον δ᾽ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· 20
βῆ δὲ μετ᾽ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
νηῒς Ἀβαρβαρέη τέκ᾽ ἀμύμονι Βουκολίωνι.
Βουκολίων δ᾽ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
πρεσβύτατος γενεῇ, σκότιον δέ γείνατο μήτηρ·
ποιμαίνων δ᾽ ἐπ᾽ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, 25
ἡ δ᾽ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
Μηκιστηϊάδης καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.
Ἀστύαλον δ᾽ ἄρ᾽ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
Πιδύτην δ᾽ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν 30
ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ᾽ Ἀρετάονα δῖον.
Ἀντίλοχος δ᾽ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾽ ὄχθας
Πήδασον αἰπεινήν. Φύλακον δ᾽ ἕλε Λήϊτος ἥρως 35
φεύγοντ᾽· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
Ἄδρηστον δ᾽ ἄρ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
ζωὸν ἕλ᾽· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο,
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ, ἀγκύλον ἅρμα
ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην 40
πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
Ἀτρεΐδης Μενέλαος, ἔχων δολιχόσκιον ἔγχος.
Ἄδρηστος δ᾽ ἄρ᾽ ἔπειτα λαβὼν ἐλίσσετο γούνων· 45
«ζώγρει, Ἀτρέος υἱέ, σὺ δ᾽ ἄξια δέξαι ἄποινα·
πολλὰ δ᾽ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα,
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.» 50
Ὣς φάτο, τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
καὶ δή μιν τάχ᾽ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ᾽ Ἀγαμέμνων
ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
«ὦ πέπον, ὦ Μενέλαε, τίη δὲ σὺ κήδεαι οὕτως 55
ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
χεῖράς θ᾽ ἡμετέρας, μηδ᾽ ὅν τινα γαστέρι μήτηρ
κοῦρον ἐόντα φέροι, μηδ᾽ ὃς φύγοι, ἀλλ᾽ ἅμα πάντες
Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι.» 60
Ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως,
αἴσιμα παρειπών· ὁ δ᾽ ἀπὸ ἕθεν ὤσατο χειρὶ
ἥρω᾽ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
οὖτα κατὰ λαπάρην· ὁ δ᾽ ἀνετράπετ᾽, Ἀτρεΐδης δὲ
λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. 65
Νέστωρ δ᾽ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
«ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος,
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
μιμνέτω, ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
ἀλλ᾽ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 70
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.»


Ραψωδία Ζ

Ἕκτορος καὶ Ἀνδρομάχης ὁμιλία.

Των Τρώων και των Αχαιών ο αγώνας εμονώθη·
και απ᾽ τα δυο μέρη ως έριχναν τα χαλκοφόρ᾽ ακόντια,
πολύν καιρόν κυμάτισεν η μάχη στην πεδιάδα,
που κλείουν με τες όχθες των ο Ξάνθος και ο Σιμόεις.
5Πρώτος, το μέγα στήριγμα των Αχαιών, ο Αίας
έσπασε Τρώων φάλαγγα και οι σύντροφοι αναπνεύσαν,
που εκτύπησ᾽ έναν των Θρακών εξαίσιον πολεμάρχον,
τον υψηλόν Ακάμαντα, λαμπρόν υιόν του Ευσσώρου.
Στον κώνον τον εκτύπησε της περικεφαλαίας
10κι εμπήχθη μες στο μέτωπο κι επέρασεν η λόγχη
το κόκαλο· κι εσκέπασε τους οφθαλμούς του σκότος.
Τον Τευθρανίδην Άξυλον ο ανδρείος Διομήδης
φονεύει, που στην εύμορφην Αρίσβην κατοικούσε,
πάμπλουτος, κοσμαγάπητος, διότι ως είχε επάνω
15στον δρόμον την οικίαν του, φιλοξενούσεν όλους.
Αλλ᾽ απ᾽ αυτούς τότε κανείς δεν πρόβαλε το στήθος
δια να τον σώσει, αλλά και αυτόν και τον ακόλουθόν του
Καλήσιον, που στο πλάγι του τους ίππους κυβερνούσε,
έστειλε κάτω από την γην η λόγχη του Τυδείδη.
20Αφού τον Δρήσον γύμνωσε και αντάμα τον Οφέλτιν
ο Ευρύαλος, στον Αίσηπον και Πήδασον εχύθη,
που ᾽χε γεννήσ᾽ η Ναϊάς, η νύμφη Αβαρβαρέη,
του αψόγου Βουκολίωνος, που τέκνον ήταν πρώτο
του θείου Λαομέδοντος από κρυφήν μητέρα·
25ως έβοσκε τα πρόβατα κοιμήθη με την νύμφη
και δύο τέκνα δίδυμα του γέννησεν εκείνη·
αυτών των δύο νέκρωσε τ᾽ ανδρειωμένα μέλη
ο Μηκιστηάδης κι έπειτα και τ᾽ άρματα τους πήρε.
Φονεύει τον Αστύαλον ο ανδρείος Πολυποίτης
30και τον Περκώσιον λόγχισε Πιδύτην ο Οδυσσέας·
τον θείον Αρετάονα ο Τεύκρος· και μ᾽ ακόντι
τον Άβληρον ο Αντίλοχος επήρε Νεστορίδης·
η ορμή του Αγαμέμνονος τον Έλατον, ανδρείον
απ᾽ την υψηλήν Πήδασον, που βρέχει ο Σατνιόεις.
35Τον Φύλανον που έφευγεν ο Λήιτος φονεύει
και τον Μελάνθιον έριξεν η λόγχη του Ευρυπύλου·
και ζωντανόν τον Άδραστον η ανδρειά του Μενελάου
έπιασεν· ότι τ᾽ άλογα στον κάμπο ξαφνισμένα
σ᾽ ένα μυρίκι εσκόνταψαν κι εσπάσαν το τιμόνι
40της άμαξας στην άκρη του, κι ετρέχαν προς την πόλιν,
εκεί που πλήθος άλλο ανδρών εφεύγαν τρομασμένοι·
εκείνος στον τροχόν σιμά ροβόλησε απ᾽ τον θρόνον
επίστομα στα χώματα, και αυτού κοντά του εστήθη
ο Ατρείδης ο Μενέλαος με το μακρύ κοντάρι.
45Τον έπιασε απ᾽ τα γόνατα και ικέτευσεν εκείνος:
«Πάρε με, Ατρείδη, ζωντανόν και λάβε αντάξια λύτρα·
απείρους έχει θησαυρούς ο πλούσιος μου πατέρας·
έχει χρυσάφι, χάλκωμα και σίδερο εργασμένο,
κι απ᾽ όλα πλουσιοπάροχα θα σου προσφέρει δώρα,
50αν μάθει που ᾽μαι ζωντανός στων Αχαιών τα πλοία».
Είπε· και του επράυνε στα στήθη την καρδίαν·
και θα τον επαράδιδεν εις τον ακόλουθόν του
στα πλοία να τον πάρει ευθύς, αλλ᾽ έτρεξε ο αδελφός του
σιμά του και του φώναξε: «Μενέλαε, καλέ μου,
55τι κάμνεις; Την ζωήν τους συ λυπείσαι; Ναι τωόντι
οι Τρώες εις το σπίτι σου πολύ καλό σού κάμαν·
κανείς από τον όλεθρον, στα χέρια μας αν πέσει,
να μη σωθεί ποτέ· μηδέ τ᾽ αγόρι, που ᾽ναι ακόμη
μέσα στα σπλάχνα της μητρός, να μη σωθεί και όλοι
60άταφοι και άφαντοι ας χαθούν οι κάτοικοι της Τροίας».
Οι ορθοί του λόγοι εγύρισαν την γνώμην του αδελφού του,
και με το χέρι εμάκρυνε τον Άδραστον· και ο πρώτος
Ατρείδης τον επλήγωσε στο βάθος της λαπάρας·
και ως έπεσε τ᾽ ανάσκελα, τον πάτησεν ο Ατρείδης
65στο στήθος κι έξω ανέσπασε το φράξινο κοντάρι.
Και ο Νέστωρ μεγαλόφωνα προς τους Αργείους είπε:
«Ήρωες, φίλοι Δαναοί, θεράποντες του Άρη,
τώρα δια λάφυρα κανείς οπίσω ας μη ξεμείνει,
δια να γυρίσει με πολλά στα γρήγορα καράβια,
70αλλ᾽ άνδρες ας φονεύομε· κατόπι με ησυχίαν
τα λείψανα θα γδύσετε στρωμένα στην πεδιάδα».