Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (5.689-5.777)


Ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
690 ἀλλὰ παρήϊξεν, λελιημένος ὄφρα τάχιστα
ὤσαιτ᾽ Ἀργείους, πολέων δ᾽ ἀπὸ θυμὸν ἕλοιτο.
οἱ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
εἷσαν ὑπ᾽ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
ἐκ δ᾽ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
695 ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
τὸν δὲ λίπε ψυχή, κατὰ δ᾽ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς·
αὖτις δ᾽ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
Ἀργεῖοι δ᾽ ὑπ᾽ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
700 οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
οὔτε ποτ᾽ ἀντεφέροντο μάχῃ, ἀλλ᾽ αἰὲν ὀπίσσω
χάζονθ᾽, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
Ἔνθα τίνα πρῶτον, τίνα δ᾽ ὕστατον ἐξενάριξαν
Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
705 ἀντίθεον Τεύθραντ᾽, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
Οἰνοπίδην θ᾽ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
ὅς ῥ᾽ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
710 ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
Τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
ὢ πόποι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
715 ἦ ῥ᾽ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ,
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,
εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
720 ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
Ἥρη, πρέσβα θεά, θυγάτηρ μεγάλοιο Κρόνοιο·
Ἥβη δ᾽ ἀμφ᾽ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα,
χάλκεα ὀκτάκνημα, σιδηρέῳ ἄξονι ἀμφίς.
τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
725 χάλκε᾽ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
πλῆμναι δ᾽ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
τοῦ δ᾽ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ᾽ ἄκρῳ
730 δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
κάλ᾽ ἔβαλε χρύσει᾽· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
ἵππους ὠκύποδας, μεμαυῖ᾽ ἔριδος καὶ ἀϋτῆς.
Αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει,
735 ποικίλον, ὅν ῥ᾽ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
ἡ δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταο
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετ᾽ αἰγίδα θυσσανόεσσαν
δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
740 ἐν δ᾽ Ἔρις, ἐν δ᾽ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου,
δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
κρατὶ δ᾽ ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ᾽ ἀραρυῖαν·
745 ἐς δ᾽ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ᾽ ἔγχος
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ᾽ ἄρ᾽ ἵππους·
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι,
750 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε,
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ᾽ ἐπιθεῖναι.
τῇ ῥα δι᾽ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
755 ἔνθ᾽ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
Ζῆν᾽ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
«Ζεῦ πάτερ, οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα,
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐμοὶ δ᾽ ἄχος, οἱ δὲ ἕκηλοι
760 τέρπονται Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων,
ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
765 «ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
μάλιστ᾽ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
μάστιξεν δ᾽ ἵππους· τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
770 ὅσσον δ᾽ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
ἀλλ᾽ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
775 ἔνθ᾽ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
λύσασ᾽ ἐξ ὀχέων, περὶ δ᾽ ἠέρα πουλὺν ἔχευε·
τοῖσιν δ᾽ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.


Τίποτε δεν του απάντησεν ο λοφοσείστης Έκτωρ,
690αλλά με ορμήν προσπέρασε ποθώντας ν᾽ αποδιώξει
τους Δαναούς και άνδρες πολλούς να θανατώσει ακόμη.
Κι εκάθισαν οι σύντροφοι τον θείον Σαρπηδόνα
κάτω απ᾽ την εύμορφην οξιά του αιγιδοφόρου Δία
και όπως του βγάζει απ᾽ το μερί το φράξινο κοντάρι
695ο ποθητός του σύντροφος Πελάγων ο γενναίος,
έχαν᾽ εκείνος την ψυχήν, τα μάτια του θαμπώναν·
και πάλι επήρε ανάσαμα και ο δροσερός Βορέας,
φυσώντας την μισόσβηστην ψυχήν του ζωντανεύει.
Και αν και τους κτύπησ᾽ ο Έκτορας και αν και τους κτύπησ᾽ ο Άρης
700οι Αργείοι δεν εστρέφοντο να φύγουν προς τα πλοία,
αλλ᾽ ούτε ορμούσαν προς αυτούς, αλλ᾽ οπισθοποδούσαν
πάντοτ᾽ ευθύς που νόησαν τον Άρη μες στους Τρώας.
Τότε ποιον πρώτον φόνευσεν, ποιον ύστερον ο Έκτωρ
ο Πριαμίδης και μ᾽ αυτόν ο χαλκοφόρος Άρης;
705Ο θείος Τεύθρας έπεσεν, ο πλήξιππος Ορέστης,
ο Αιτώλιος, Τρήχος λογχιστής, ο Οινόμαος, ο Οινοπίδης
Έλενος και ο λαμπρόζωνος Ορέσβιος που στην Ύλην
εγκάτοικος εφρόντιζε πολλά να θησαυρίζει,
σιμά στους άλλους Βοιωτούς οπού στης Κηφισίδος
710λίμνης τα πλάγια χαίρονται της γης την αφθονίαν.
Και άμα η θεά τους νόησεν η Ήρα η λευκοχέρα
οπού στον σφοδρόν πόλεμον χαλούσαν τους Αργείους,
προσφώνησε την Αθηνά με λόγια φτερωμένα:
«Οϊμένα, κόρη αδάμαστη του αιγιδοφόρου Δία,
715αν να λυσσάξει αφήσομεν τον Άρην, ως τον βλέπεις,
ο λόγος θα ματαιωθεί, που εδώκαμε του Ατρείδη,
πως θα γυρίσει πορθητής του πυργωμένου Ιλίου.
Κι έλα κι εμείς τον πόλεμον ας θυμηθούμε τώρα».
Αυτά ᾽πε· την υπάκουσεν η γλαυκομάτ᾽ Αθήνη,
720τα χρυσοφάλαρ᾽ άλογα τότ᾽ ευτρεπίζ᾽ η Ήρα
του υψίστου Κρόνου σεβαστή κόρη κι ευθύς η Ήβη
στον σιδερένιο άξονα της άμαξας περνάει
τροχούς οπού ᾽ναι χάλκινοι με οκτώ στη μέση ακτίνες.
Και των τροχών είν᾽ άφθαρτος χρυσός ο γύρος όλος
725κι έχει στεφάνια χάλκινα π᾽ όποιος τα ιδεί θαυμάζει.
Και απ᾽ τα δυο μέρη ολάργυρο το κεφαλάρι αστράφτει·
σύρματα ολάργυρα, χρυσά στηρίζουν τεντωμένα
τον θρόνον πόχει ένα πλευρό κυρτό στο κάθε μέρος·
εις το τιμόνι ολάργυρο σμίγει χρυσόν ωραίον
730ζυγόν με τα ζυγόλουρα πού ᾽ναι χρυσά κι εκείνα·
κι έφερε κάτω απ᾽ τον ζυγόν τα γρήγορα πουλάρια
η Ήρα που την έριδα διψά και τον αγώνα·
κι η Αθηνά, κόρη σεμνή του αιγιδοφόρου Δία,
εις του πατρός το έδαφος τον πέπλον απολνάει
735τον αγανόν, τον πλουμιστόν που ᾽χε ποιήσει εκείνη.
Και ως τον χιτώνα ενδύθηκε του αστραποδόρου Δία,
στην μάχῃν την πολύθρηνον να ορμήσει οπλίζετ᾽ όλη.
Στους ώμους βάζει την φρικτήν, την κροσωτήν ασπίδα,
πόχει τριγύρω την φυγήν κι η Έρις είναι μέσα,
740η Δύναμις και ο Διωγμός, οπού καρδιές παγώνει,
και της Γοργούς η κεφαλή, τρομακτικό και μέγα
τέρας, που δείχνει των θνητών ο αιγιδοφόρος Δίας.
Κράνος δικέφαλο φορεί, τετράλοφον, ωραίον,
χρυσό, που πόλεων εκατόν στρατούς αντισηκώνει.
745Και ανέβηκε στο φλογερόν αμάξι και κοντάρι
φουκτώνει μέγα, στερεά μ᾽ αυτό δαμάζ᾽ ηρώων
τα πλήθη σ᾽ όποιους οργισθεί φρικτού πατρός η κόρη.
Κι η Ήρα με την μάστιγα σφοδρά κινεί τους ίππους·
βροντά η πύλη τ᾽ ουρανού αυτάνοικτη έμπροσθέν τους,
750οπού του απέραντ᾽ ουρανού φυλάκτρες και του Ολύμπου
την φράζουν με το σύγνεφον ή τ᾽ αφαιρούν οι Ώρες.
Και ως τα κεντούσαν, τ᾽ άλογα περάσαν απ᾽ την πύλην.
Και τον Κρονίδην εύρηκαν ανάμερ᾽ απ᾽ τους άλλους
θεούς στην άκρην κορυφήν του πολυλόφου Ολύμπου.
755Τους ίππους εκεί εκράτησεν η Ήρα η λευκοχέρα
και ομίλησε κι εξέτασε τον ύψιστον Κρονίδην.
«Δία πατέρ᾽, αρέγουν σε τα έργ᾽ αυτά του Άρη;
Άδικ᾽ αφάνισε απρεπώς τόσον λαόν ανδρείον
των Αχαιών, λύπη σ᾽ εμέ, κι ήσυχοι ωστόσο επάνω
760ευφραίνοντ᾽ ο αργυρότοξος Απόλλων κι η Αφροδίτη
πως απολύσαν τον τρελόν που νόμον δεν γνωρίζει.
Τάχα σ᾽ εμέ θα χολωθείς, πατέρ᾽, αν εγώ διώξω
μ᾽ ελεεινά κτυπήματα τον Άρη από την μάχην; »
Και ο Δίας της απάντησεν ο νεφελοσυνάκτης:
765«Την ανδρειωμένην Αθηνά σπρώξε του ευθύς επάνω·
που συνηθά μάλιστ᾽ αυτή μ᾽ οδύνες να τον πλήττει».
Αυτά ᾽πε και τον άκουσεν η Ήρα η λευκοχέρα.
Και τ᾽ άλογά της ράβδισε και αυτά με προθυμίαν
πετούν ανάμεσα στην γην και στ᾽ ουρανού τ᾽ αστέρια
770και όσος αέρας φαίνεται στους οφθαλμούς του ανθρώπου
που απ᾽ ακρωτήρι θεωρεί τ᾽ απέραντα πελάγη,
διάστημα τόσο των θεών οι ίπποι διασκελίζουν·
και ότε στην Τροίαν ήλθαν κει, που δυο ποτάμια ρέουν
και στου Σκαμάνδρου σμίγεται τα ρεύματα ο Σιμόεις,
775τ᾽ άλογ᾽ αυτού σταμάτησεν η Ήρα η λευκοχέρα·
τα ξέζεψε και ολόγυρα με καταχνιά τα ζώνει.
Και αμβρόσιο φύλλο εβλάστησε να βόσκουν ο Σιμόεις.